# Anthologium 2.428.2

Joannes Stobaeus Anthologus, Anthologium, 2.428.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.428.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.428.2

Ἱκανὸς δὲ ὁ μέσος ἤρχει χρόνος ἐκέχυπτο· καὶ ἡ φύσις, ὦ τέκνον, ἐτύγχανε στεῖρα, ὥς αὐτοὶ οἱ ἤδη περιπολεῖν τὸν οὐρανὸν κελευσθέντες τῷ πάντων Θεῷ βασιλεῖ προσελθόντες τὴν τῶν ὄντων ἡσυχίαν ἀπήγγειλαν, καὶ ὅτι δέον ἐστὶ συγκοσμῆθῃναι τὰ σύμπαντα καὶ τοῦτο ὅτι οὐχ ἕτερον τινὸς ἐστιν ἔργον ἢ αὐτοῦ· “καὶ δεόμεθά σου”, ἔλεγον, “τὰ νῦν ὄντα καὶ ὧν ὑστερὸν ἔχει χρείαν διασχεψαι”. Ταῦτα εἰπόντων ἐμείδιασεν ὁ Θεὸς καὶ εἶπε Φύσιν εἶναι καὶ θυὸν πάγκαλον χρήμα ἐκ τῆς φωνῆς αὐτοῦ προῆλθεν, ὃ καὶ θεωρήσαντες οἱ Θεοὶ κατἐπλάγησαν. Καὶ ταύτην Φύσεως ὀνόματι ἐτίμησεν ὁ Θεὸς ὁ προπάτωρ καὶ αὐτῇ προσέταξεν εἶναι γεννητικὴν καὶ ταῦτα ἐπὶ εἰς τὸ περιέχον ἀτενίσας ἐφώνησεν· “ἔστω πεπληρωμένος ὁ οὐρανὸς ἅπασιν ἀήρ τε καὶ αἰθήρ”. Εἶπεν ὁ Θεὸς καὶ ἦν. Ἡ δὲ Φύσις ἑαυτῇ λαλήσασα ἔγνω ὡς μὴ δέον αὐτὴν ἐστι παρακούσαι τῆς τοῦ πατρὸς ἐντολῆς καὶ καλὴν Πόνω συνελθοῦσα θυγατέρα ἐποίησεν,

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
