# Anthologium 2.431.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.431.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.431.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.431.1

Τοσαῦτα εἰπὼν ὁ Θεός, ὁ κάμοῦ κύριος, τὰ λοιπὰ τῶν στοιχείων συγγενῇ μίξας, ὕδωρ καὶ γῆν, καὶ τινὰς ὁμοίως κρυπτοὺς ἐπειπὼν λόγους, δυνατοὺς μὲν, οὐ τοῖς πρώτοις δ’ ὁμοίους, εὖ τε κινήσας καὶ ζωοποιὸν ἐνθου- 942 σίαςας τῷ κρᾶματι ἐπιπλέοντα ὁμοίως ἐπίπαγον εὐβραφῆ τε καὶ εὐπαγῆ γενόμενον ἔλαβε καὶ ἐκ τούτου τὰ ἀνθρωποειδῆ τῶν ζῴων διέπλασε. Τὸ δὲ τοῦ μίγματος λείψανον ταῖς ἤδη προχωσάσαις ψυχαῖς ἔδωκε. Ψυχαῖς δὲ ταύταις ταῖς εἰς χωρία Θεῶν καὶ τοὺς ἐγγὺς ἀστρῶν τόπους καὶ ἱεροὺς δαίμονας μετακεκλημέναις “πλάσσετε”, λέγων, “ὦ τέκνα, τῆς ἐμῆς φύσεως γεννήματα, δέχεσθε τῆς ἐμῆς τέχνης τὰ λείψανα καὶ ἑκάστη τῇ ἑαυτῆς φύσει πλασσέτω τι παραπλήσιον· παραθήσομαι δ’ ἐπὶ καὶ ταῦθ’ ὑμῖν παραδείγματα”, καὶ λαβὼν εὖ καὶ καλῶς τὸν ζωδιἀκὸν συμφώνως ταῖς ψυχικαῖς κινήσεσι διέταξε κόσμον, πρὸς τοῖς ἀνθρωποειδέσι τῶν ζωδιακῶν τὰ ἐξῆς ἀπαρτίσας οἷον ζωδίοις, καὶ τὰς πανούργους ἐχαρίσατο δυνάμεις καὶ πάντεχρον πνεῦμα γεννητικὸν τῶν εἰς ἀεὶ μελλόντων ἔσεσθαι καθολικῶς πάντων. Καὶ ἀπέστη ὑποσχόμενος τοῖς ὁρατοῖς ἔργοις αὐτῶν τὸ ἀόρατον πνεῦμα ἐπιζεύξαι οὐσίαν τε ὁμοιογονίας ἑκάστῳ, ὅπως αὐτῷ [αὐτοῖς] ἕτερα γεννᾶ ὁμοία αὐτὰ τε οὐκέτι ἀνάγκην ἔχουσιν ἄλλο τι ποιεῖν (ἢ) ἃ ἐφθηνσαν ἐργάσασθαι.“

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
