# Anthologium 2.439.7

Joannes Stobaeus Anthologus, Anthologium, 2.439.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.439.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.439.7

οὐδ’ ὅλως ποτὲ ἄψονται, καίτοι φιλοθρωτάτον πάντων ἐσομένου τοῦ τῶν ἐνύδρων γένους”. Τοσαῦτα δὲ θεὸς εἰπὼν ἀφθαρτος νοῦς γίνεται. ριμον καταλεῖψαι χέρχιας, ὦ γενεσιουργέ, τὸν ὁρῶν μέλλοντα τολμηρῶς τῆς φύσεως τὰ καλά μυστήρια; ἄλυπον ἔσσαι θέλεις τοῦτον καὶ μέχρι τῶν περάτων γῆς τὰς ἑαυτοῦ μελλήσονται πέμπειν ἐπινοίας; δίζας φυτῶν ἀνασκάψουσιν ἄνθρωποι καὶ ποιότητα ἐξετάσονται χυλῶν, λίθων φύσεις ἐπισκοπήσουσι καὶ διὰ μέσον ἀνατεμοῦσι τῶν ζώων τὰ ἄλογα οὐ μόνον, ἀλλὰ καὶ ἑαυτούς, ὡς ἐγένοντο ἐξετάζειν θέλοντες, τολμηρᾶς ἐκτενοῦσι χεῖρας καὶ μέχρι θαλάσσης καὶ τὰς αὐτοφυεῖς ὕλας τέμνοντες μέχρι καὶ τῶν πέραν διαπορθμεύσονται ἀλλήλους ἐπὶ ζήτησιν, καὶ τίς ἐνδοτέρω τῶν ἱερῶν ἀδύτων φῦσις ὑπάρχει, τὰ μέχρις ἄνω διώξουσι, παρατηρήσαι βουλόμενοι τίς οὐρανοῦ καθέστηκε κίνησις. ἐπὶ μέτρια ταῦτα· λείπει γὰρ οὐδὲν ἐπὶ πλὴν γῆς τόπος ἔσχατος. ἀλλὰ καὶ τούτων τὴν ἔσχατην τῷ θέλειν ἐρευνήσουσι νύκτα. μηδὲν οὖν ἐμπόδιον ἔχουσιν οὗτοι, ἀλλὰ τῷ τῆς ἀλυπίας ἀγαθῷ μυηθῶσι καὶ τοῖς χαλεποῖς μὴ βιασθέντες τοῦ φόβου κέντροις ἀμερίμνῳ βίῳ τερφήσωσιν; εἶτα οὐ καὶ μέχρις οὐρανοῦ περίεργον ὀπλισθήσονται τόλμαν οὗτοι; οὐχ ἀμερίμνους ἐκτενοῦσιν ἐπὶ καὶ τὰ στοιχεῖα τὰς ψυχὰς αὐτῶν; διδάξον ἐντεύθεν ἔραὶ τοῦ τι βουλεύεσθαι [ἵνα ἔχωσι

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
