# Anthologium 2.447.3

Joannes Stobaeus Anthologus, Anthologium, 2.447.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.447.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.447.3

„Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἰ τι θέλεις ἕτερον, ἐπερώτα.“ Καὶ εἶπεν Ὦρος· „Ω πολυτίμητε μήτερ, εἰδῆσαι θέλω, πῶς γίγνονται βασιλικαὶ ψυχαί;“ Καὶ εἶπεν Ἰσις· „Ἡ γιγνομένη, τέκνον Ὦρε, περὶ τὰς βασιλικὰς ψυχὰς διαφορὰ τοιαύτη τις ἐστιν. Ἐπεὶ γὰρ τόποι τέσσαρες εἰσὶν ἐν τῷ παντὶ οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ προστασίᾳ ὑποπίπτουσιν, ὁ τε οὐρανὸς καὶ αἰθήρ καὶ ὁ ἀὴρ καὶ ἡ ἱερωτάτη γῆ, [καὶ] ἄνω μὲν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὧν ἄρχει ὁ μέγας φωστήρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ δαιμόνιοι, ἃν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα, ὧν ἄρχει ὁ κατὰ καιρὸν γεγόμενος βασιλεύς. Γεννῶσι γάρ, ὦ τέκνον, βασιλεῖς οἱ θεοὶ ἐπαξίους τῆς ἐπιγείου γονῆς καὶ εἰσιν οἱ ἄρχοντες τοῦ βασιλέως ἀπόρροιαι,

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
