# Anthologium 2.448.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.448.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.448.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.448.1

ὧν ὁ μᾶλλον ἐκείνῳ πλησίον οὗτος καὶ τῶν ἄλλων βασιλικώτερος. Ὁ μὲν γὰρ ἥλιος, καθὸ ἐγγύιον ἐστὶ τοῦ θεοῦ, τῆς σελήνης ἐπιμείζων καὶ δυναμιχώτερος, ᾧ δευτερεύει ἡ σελήνη καὶ κατὰ τάξιν καὶ κατὰ δύναμιν. Καὶ ὁ μὲν βασιλεὺς τῶν μὲν ἄλλων θεῶν ἐστιν ἔσχατος, πρῶτος δὲ ἀνθρώπων· καὶ μέχρις ὅτου ἐπὶ γῆς ἐστι, τῆς μὲν ἀληθοῦς θειότητος ἀπήλλακται, ἔχει δὲ ἐξαιρέτον τι παρ' ἀνθρώπους, ὁ ὁμοίον ἐστὶ τῷ θεῷ. Ἡ γὰρ εἰς αὐτὸν καταπεμπομένη ψυχὴ ἐξ ἐκείνου ἐστὶ τοῦ χωρίου ὁ ὑπερἄνω κεῖται ἐκείνων, ἀφ' ὧν εἰς τοὺς ἄλλους καταπέμπονται ἄνθρωποι. Καταπέμπονται δὲ ἐκεῖθεν εἰς τὸ βασιλεύειν διὰ δύο ταῦτα αἱ ψυχαί, ὦ τέκνον. Αἱ γὰρ καλῶς καὶ ἀμέμπτως δραμοῦσαι τὸν ἴδιον αἰῶνα καὶ μελ- 984λοῦσαι ἀποθεοῦσθαι, ἵνα κἂν τῷ βασιλεύειν τῇ τῶν θεῶν προγυμνασθῶσιν ἐξουσίαν· αἱ θεῖαί τινες ἤδη οὖσαι καὶ ἐπὶ μικρῷ τινὶ παραθεμιστεύσασαι τὸν ἐνθεον γνώμονα, ἵνα [μὴ] κόλασιν μὲν ἐν τῷ σεσωματίσθαι ὑπομένωσι, δι' ἀδοξίαν καὶ φύσιν μηδὲν ὅμοιον τοῖς ἄλλοις πάσχωσιν ἐνσωματισθεῖσαι, ἀλλ' ὅπερ εἶχον λελυμέναι, τοῦτο καὶ δεθεῖσαι ἔχωσιν.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
