# Anthologium 2.455.2

Joannes Stobaeus Anthologus, Anthologium, 2.455.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.455.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.455.2

εἰς Ἀἴλον, ὅπως τρηῴσειε τὴν νῆσον ἄσυλον ἐν ᾗ δύο θεοὶ ἐγένοντο, ἐκ τινῶν χαλκῶν δέλτων, ὅς Ὑπερβορέων ἐκόμισαν Ὦπις καὶ Ἐκάεργος, ἐκμεμαθηκέναι [τε] μετὰ τὴν τοῦ σώματος λύσιν τὴν ψυχὴν εἰς τὸν ἄδηλον χωρεῖν τόπον καὶ τὴν ὑπόγειον οἴκησιν, ἐν ᾗ βασιλεία Πλούτωνος οὐχ ἥττω τῶν Διός, ἅτε τῆς γῆς μὲν ἔχούσης τὰ μέσα τοῦ κόσμου, τοῦ πόλου δὲ ὄντος σφαιροειδοῦς· οὕ τὸ μὲν ἕτερον ἡμισφαίριον θεοὶ ἔλαχον οἱ οὐράνιοι, τὸ δὲ ἕτερον οἱ ὑπένερθεν, οἱ μὲν ἀδελφοὶ ὄντες, οἱ δὲ ἀδελφῶν παῖδες. Τὰ δὲ προπύλαια τῆς εἰς Πλούτωνος ὁδοῦ σιδηροῖς τείχεσι καὶ κλεῖσι διωχῦρωται. Ταῦτα δὲ ἀνοίξαντα ποταμὸς Ἀχέρων ἐκδέχεται, μεθ’ ὸν Κωκυτός· οὐς χρή πορθμευθέντας ἀχθῆναι ἐπὶ Μίνω καὶ Ῥαδάμανθυν ἐν πεδίῳ ᾧ κλῄζεται ἀληθείας. Καθέζονται δὲ δικασταὶ ἐνακρίνοντες τῶν ἀφικνουμένων ἕκαστον, τίνα βίον βεβίωκε καὶ τίσιν ἐπιτηδεύμασιν ἐνηχίσθη τῷ σώματι. Φεύσασθαι δὲ ἀμήχανον. Οἷς μὲν οὖν ἐν τῷ ζῆν δαίμων ἀγαθὸς ἐπέπνευσεν, εἰς τὸν τῶν εὐσεβῶν χώρον λογίζονται, ἐνθα ἀφθονοὶ μὲν ὧραι παγχαρπον γονῆς βέουσι, πηγαὶ δὲ ὑδάτων καθαρῶν, παντοῖοι δὲ λειμῶνες εἴανθεσι ποικίλοις ἐαριζόμενοι, διατριβαὶ δὲ ποιητῶν καὶ θέατρα φιλοσόφων καὶ ἐγκύκλιοι χοροὶ καὶ μουσικὰ ἀκούσματα, συμπόσιά τε εὐμελῆ καὶ εἰλαπίναι αὐτοχορήγητοι καὶ ἀκή-

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
