# Anthologium 2.464.1-7

Joannes Stobaeus Anthologus, Anthologium, 2.464.1 to 2.464.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.464.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.464.1

φρονήσεως ἦν ἐν Ἀιδου κέκτηνται, τοὺς δὲ ἀνθρώπους εἶναι τοῖς ἀνθρώποις τὴν περὶ τὰ θνητὰ φρόνησιν, ἐπεὶ καὶ τῶν μετ’ αὐτὸν πολλοὶ τοῦτο πιστοῦνται δεικνύντες ὅτι καὶ ὑπερθερμανθὲν ὑπὸ πυρετοῦ καὶ χολῆς ἀφραίνειν ποιεῖ καὶ ἀνοῃταίνειν. Ἐμπεδοκλῆς τε οὕτω φαίνεται ὡς ὀργάνου πρὸς σύνεσιν τοῦ αἵματος ὄντος λέγειν (v. 327 αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος, τῇ τε νόῃμα μάλιστα κυκλίσκεται ἀνθράποισιν, αἵμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόῃμα. Τῶν δὲ ὑπὲρ τὸν ποταμὸν διατριβουσῶν ψυχῶν πρῶται γυναῖκες εἰσι τεταγμέναι (λέγω δὲ πρῶτας πλησιαζούσας τοῖς ἐξῶ), ἐνδοτάτω δὲ αἱ τῶν ἀνδρῶν, καὶ λοιπὸν οὐκέτι· οὐδ’ ἂν φθέγξαιντο περὶ τῶν ἀνθρωπίνων τοῖς οἱ περὶ τὸν Ἀἰδὺν θεοί. Διὸ καὶ πρῶται αἱ γυναῖκες πέμπονται, εἶθ’ οἱ ἄνδρες καὶ τούτων οἱ τίμιοι ὕστεροι. 6 αἱμοποσίας P¹ || 6. 7 γνωρήσεως P || 9 καθὰ – ὑπέλαβον (10) sula in FP | οὕτω φαίνεται] αὐτοῦ μέμνηται Valckenaer, οὕτω φαίνεται 23 αἰδὺν FP || 24 εἶτ’ FP ζῴσιν ἐπὶ ἀνθρώποις, εἰ μὴ ἄτμοῦ μεταλάβοιεν αἵματος καὶ τούτῳ φρενωθεῖεν τὰ ἀνθρώπινα, ὃ δὴ οἱ ἐξῶ καὶ μὴ πίνοντες τοῦ αἵματος φρονοῦσι, κατάστασιν ἔχοντες τῆς ἐξ αἱμοποσίας τῶν θνητῶν ταῖς ψυχαῖς γιγνομένης γνωρίσεως. Τειρεσίας δὲ ἔχει μὲν λογισμὸν τῶν ἀνθρωπίνων, μαντεύεται δ’ οὐδ’ αὐτὸς περὶ τῶν εἰμαρμένων τοῖς ζῴσι πρὶν πιεῖν τοῦ αἵματος. Οἴεται γὰρ καὶ Ὀμηρος, [καθὰ καὶ πλεῖστοι τῶν μετ’ αὐτὸν ὑπέλαβον], ἐν τῷ αἵματι

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
