# Anthologium 2.500.2

Joannes Stobaeus Anthologus, Anthologium, 2.500.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.500.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.500.2

Ἄλλα καὶ πρόσχες, ὦ περιπόθητε Ὦρε, τῷ λεγομένῳ 10 ὁμοιώματι. Φέρε γὰρ εἰς ἕν καὶ τὸ αὐτὸ συσχετήριον ἐγκελεύσθαι ἀνθρώπους τε καὶ ἀετοὺς καὶ περιστερὰς καὶ κύκνους καὶ ἱέρακας καὶ χελιδόνας καὶ στρουθῶς [1074] καὶ μυίας καὶ ὄφεις καὶ λέοντας καὶ παρδάλεας καὶ λύκους καὶ κύνας καὶ λαγωοὺς καὶ βόας καὶ ποίμνια καὶ τινα 15 τῶν τῆς κοινότητος ἔχοντων ζώων, οἷονεὶ φώκας καὶ ἐνύδρεις καὶ χελώνας καὶ τοὺς ἡμετέρους τροχοδείλους· ἔπειτα τούτους, ὦ τέκνον, ὑπὸ μίαν ὥρην ἀπολυθήναι τοῦ συσχετηρίου, πάντως τραπήσονται ὁ μὲν ἀνθρῶπος εἰς τε ἀγορὰς καὶ στέγας· ὁ δὲ ἀετὸς εἰς τὸν αἰθέρα, 20 ὅπου καὶ φύσιν ἔχει διαιτᾶσθαι· αἱ δὲ περιστεραὶ εἰς τὸν πλησίον ἄερα· οἱ δὲ ἱέρακες ὑπεράνω τούτων· αἱ δὲ χελιδόνες οὐχὶ ὅπου ἂν οἴκωσιν ἄνθρωποι· οἱ δὲ στρουθοὶ περὶ τὰ καρποφόρα τῶν δένδρων· οἱ δὲ κύκνοι ὅπου ἕξεσιν αὐτοῖς ἄδειν, αἱ δὲ μυῖαι περὶ αὐτὴν τὴν γῆν, 25 p. 146 C. τοσοῦτον αὐτῆς ἀπέχουσαι ὅσον ἀναβῆναι δύνανται ἀνθρώπων τῇ ὀσμῇ (ἀνθρωπόλιχον γὰρ ἰδίως, ὦ τέκνον, ἐστὶν ἡ μυῖα καὶ χαμαιπετὴς)· οἱ δὲ λέοντες καὶ παρδάλεις οὐκ ἐπὶ τὰ ὄρη· οἱ δὲ λύκοι ἐπὶ τὰς ἐρημίας· οἱ δὲ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
