# Anthologium 2.504.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.504.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.504.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.504.1

ἐψηλοτέρας ἀνάγει. Εἰσὶ γὰρ ἄνωθὲν οἱ δορυφόροι ὄντες τῆς καθόλου προνοίας, ὧν ὁ μὲν ψυχοταμίας, ὁ δὲ ψυχοπομπός· καὶ ὁ μὲν ψυχοταμίας ψυχῶν **, ὁ δὲ ψυχοπομπὸς ἀποστολεῖς τε καὶ διατάκτης τῶν ἐνσεσωματωμένων ψυχῶν. Καὶ ὁ μὲν τηρεῖ, ὁ δὲ προίησι κατὰ γνώμην τοῦ Θεοῦ. Τῷ οὖν λόγῳ τούτῳ, ὦ παῖ, καὶ τῇ ἄνω τῶν πραγμάτων ἐξαλλαγῇ καὶ ἐπὶ γῆς ἐστὶν ἡ Φύσις. πλάστρια γὰρ οὖσα καὶ σκηροποιὸς ἀγγείω εἰσβάλλει τὰς ψυχάς. Παρεστάσι δὲ δύο ἐνέργειαι καὶ αὐτῇ, μνήμη καὶ ἐμπειρία· καὶ ἡ μὲν μνήμη ἔργον ἔχει τοῦτο, ὅπως ἡ Φύσις τηρῇ καὶ περιχρατῇ τοῦ τε ἑκάστου τύπου ἐξ ἀρχῆς καταβεβλημένου καὶ τοῦ φράματος τοῦ ἄνω γίγνηται *· ἡ δὲ ἐμπειρία, ὅπως πρὸς ἀνάλογον ἑκάστης τῶν καταβαινουσῶν ψυχῶν εἰς τὸ σωματισθῆναι καὶ τὸ πλάσμα [ἐνεργῇ καὶ] γένηται, καὶ ταῖς μὲν ὀξείσι τῶν ψυχῶν ὀξεὰ γένηται καὶ τὰ σώματα, ταῖς δὲ βραδέσι βραδέα, ταῖς δὲ ἐνεργέσι ἐνεργῆ καὶ ταῖς νωθραῖς νωθρά καὶ ταῖς δυναταῖς δυνατὰ καὶ ταῖς δολίαις δόλια, καὶ ἀπαξαπλῶς ἑκάσταῖς κατὰ τὸ εἴκός. Οὐ γὰρ ἀκόπως

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
