# Anthologium 2.507.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.507.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.507.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.507.1

ἡγεμαὼν· βουλῆς δὲ ὁ πατὴρ πάντων καὶ καθηγητὴς ὁ 1092 τρισμέγιστος Ἑρμῆς· ἰατρικῆς δὲ ὁ Ἀσκληπιὸς ὁ Ἥφαίστος· ἰσχύος δὲ καὶ ὁμῆς πάλιν Ὀσιρις, μεθ’ ὃν, ὦ τέκνον, αὐτὸς σύ· φιλοσοφίας δὲ Ἀρνεβσοχῆνις, ποιητικῆς δὲ πάλιν ὁ Ἀσκληπιὸς Ἱμούθης. Καθόλου γάρ, ὦ τέκνον, εὕρήσεις, ἐὰν ἐξετάζης, πολλοὺς καὶ πολλῶν ἄρχοντας καὶ πολλοὺς πολλῶν βασιλεύοντας. Ἄλλ’ ὁ μὲν πάντων κρατῶν, τέκνον, ἐν τῇς ὑπεράνω χώρας ἐστίν, ὁ δὲ τῶν κατὰ μέρος ἐκείνην ἔσχε τάξιν, ἀφ’ οὗ τόπου ἐστίν· βασιλικωτέραν <μὲν . . . . . . τοῦ βασιλικοῦ> διαζώματος τετευχότες· <οἱ δὲ ἀπὸ τοῦ πυρώδους> πυρὸς ἐργάται γίγονται καὶ τροφεῖς· οἱ δὲ ἀπὸ τοῦ ὑγροῦ ἐν ὑγροῖς διαζῶσιν· οἱ δὲ ἀπὸ ἐπιστημονικοῦ καὶ τεχνιτικοῦ περὶ ἐπιστήμας καταγίγονται καὶ τέχνας· οἱ δὲ ἀπὸ ἀγροῦ ἀγρῶς καὶ ἐπιτροεμβᾶς διαζῶσι. Πάντων γὰρ τῶν ἐπὶ γῆς, ὦ τέκνον, διὰ λόγου καὶ ἔργου πραγμάτων ἄνω εἰσὶν αἱ πηγαί, μέτρω καὶ σταθμῷ ἐπιχύνουσαι ἡμῖν τὰς οὐσίας, καὶ οὐκ ἔστιν ὁ μὴ ἄνωθεν καταβέβηκε καὶ πάλιν ἄνέχεται ἵνα καταβῇ’.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
