# Anthologium 2.538.1

Joannes Stobaeus Anthologus, Anthologium, 2.538.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.538.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.538.1

ΠΕΡΙ ΔΟΞΗΣ. 1 Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ (p. 263E-264B). Τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μὴν οὖν ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθ᾽ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται; Ὦδ᾽ εἴσει ὁρῶν, πρῶτον λάβῃς αὐτά, τί ἑκστ᾽ ἐστι καὶ τί διαφέρουσιν ἑκαστα ἀλλήλων. - Αἰδοῦ μόνον. - Οὐκοῦν διάνοια μὲν καὶ λόγος ταυτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὐτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτ᾽ αὐτὸ ἡμῖν ἐπωνομάσθη διάνοια; - Πάνυ μὲν οὖν. - Τὸ δ᾽ ἄπ᾽ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ὅν μετὰ φθόγγον κέκληται λόγος; - Ἀληθῆ. - Καὶ μὴν ἐν λόγοις γε αὐτὸ ἴσμεν ἐνόν. - Τὸ ποῖον; - Φάσιν τε καὶ ἀπόφασιν. - Ἰσμεν. - Ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅ τι προσείπῃς αὐτό; - Καὶ πῶς; - Τί δ᾽ ὅταν δόξα μὴ καθ᾽ αὐτὴν ἀλλὰ δι᾽ αἰσθήσεως παρῇ τινι τὸ τοιοῦτον αὐ πάθος, οἷόν τε ὀρθῶς εἰπεῖν ἑτερόν τι πλὴν φαντασίαν; - Οὐδέν. - Οὐκοῦν ἐπείπερ λόγος ἀληθῆς ἦν καὶ ψευδής, τούτων δ᾽ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος, δόξα δὲ διανοίας ἀποτελείτῃσις, φαίνεται δὲ ὁ λέγομεν σύμμιξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῶν λόγων συγγενῶν ὄντων, ψευδῆ τε αὐτῶν ἑνια καὶ ἑνίοτε εἶναι; - Πῶς δ᾽ οὔ; - Κατανοεῖς οὖν, ὅτι πρότερον εὑρέθη ψευδὴς δόξα καὶ λόγος.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
