# Anthologium 2.86.3

Joannes Stobaeus Anthologus, Anthologium, 2.86.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.86.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/2.86.3

Εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἦδη ποτέ σοι ἐπήλθεν ἐνθυμηθῆναι, ὡς ἐπιμελῶς οἱ θεοί, ὧν οἱ ἄνθρωποι δέονται, κατεσκευάκασι; — Καὶ ὧς· Μὰ τὸν Δί', ἔφη, οὐκ ἔμοιγε. — Ἄλλ' οἶσθά γ', ἔφη, ὅτι πρῶτον μὲν φωτὸς δεόμεθα, ὃ ἡμῖν οἱ θεοὶ παρέχουσι; — Νὴ Δί', ἔφη, ὅ γ' εἰ μὴ εἴχομεν, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν, ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν. — Ἄλλὰ μὴν καὶ ἀναπαύσεώς γε δεομένοις ἡμῖν νῖκτα παρέχουσι, κάλλιστον ἀναπαυτήριον. — Πάνυ γε, ἔφη, καὶ τοῦτο χάριτος ἀξίων. — Οἴκοὺν καὶ ἐπειδή ὁ μὲν ἥλιος, φωτεινὸς ὢν, τὰς τε ὥρας τῆς ἡμέρας ἡμῖν καὶ τὰλλα πάντα σαφηνίζει, ἡ δὲ νὺξ διὰ τὸ σκοτεινὴ εἶναι ἀσαφεστέρα ἐστιν, ἄστρα ἐν τῇ νυκτὶ ἀνέρηναν, ἃ ἡμῖν τῆς νυκτὸς τὰς ὥρας ἐμφανίζει καὶ διὰ τοῦτο πολλὰ ὧν δεόμεθα πράττομεν; — Ἔστι ταῦτα, ἔφη. — Ἄλλὰ μὴν ἢ γε σελήνη οὐ μόνον τῆς νυκτὸς, ἀλλὰ καὶ τοῦ μηνὸς τὰ μέρη φανερὰ ἡμῖν ποιεῖ. — Πάνυ μὲν οὖν, ἔφη. — Τὸ δ' ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναί καὶ ἀέρας ἀρμοττούσας πρὸς τοῦτο παρέχειν, ἡμῖν οὐ μόνον ὧν δεόμεθα πολλὰ καὶ παντοῖα παρασκευάζουσιν, ἀλλὰ καὶ οἷς εὐφραίνόμεθα; — Πάνυ, ἔφη, καὶ ταῦτα φιλάνθρωπα. — Τὸ δὲ καὶ ὕδωρ ἡμῖν παρέχειν οὕτω πολλοῦ ἀξίων, ὥστε συμφεῖν τε καὶ συναῖξεν τῇ γῇ καὶ ταῖς ὥραις πάντα τὰ χρήσιμα ἡμῖν, συντερεῖν δὲ καὶ 92 αὐτοὺς ἡμᾶς καὶ μιγνύμενον τοῖς τρέφουσιν ἡμᾶς εὐκατεργαστότερα τε καὶ ὠφελιμώτερα καὶ ἰδίῳ ποιεῖν αὐτά, καὶ ἐπειδὴ πλεῖστον δεόμεθα τούτου, ἀφθονέστατον αὐτὸ παρἔχειν ἡμῖν; — Καὶ τοῦτο, ἔφη, προνοητικόν.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
