# Anthologium 3.146.3-3.147.8

Joannes Stobaeus Anthologus, Anthologium, 3.146.3 to 3.147.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.146.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.146.3

23 (17) [Περὶ χάριτος]. Χάριν δὲ λέγεσθαι τριχῶς, τὴν μὲν ὑπουργίαν ὠφελίμου αὐτοῦ ἐκείνου ἕνεκα, τὴν δ᾽ ἀμείψιν ὑπουργίας ὠφελίμου, τὴν δὲ μνήμην ὑπουργίας τοιαύτης. Διὰ τοῦτο δὲ καὶ τὰς δαίμονας τρεῖς ὁ βίος κατεφήμισε. Λέγεσθαι δὲ χάριν καὶ τὴν ἐν ὄψει ἢ ἐν λόγοις, καθ᾽ ἣν τὸν μὲν εὐχάριν ὀνομάζεσθαι, τὸν δ᾽ ἐπίχαριν. 24 Βίον δ᾽ αἱρήσεσθαι τὸν σπουδαῖον τὸν μετ᾽ ἀρετῆς, εἴτ᾽ ἐφ᾽ ἡγεμονίας ποτὲ γένοιτο, τῶν καιρῶν αὐτὸν προ- αγαγόντων, εἴτε τινὶ βασιλεῖ δέοι συμβιῶν εἴτε καὶ νομοθετεῖν ἢ ἄλλως πολιτεύεσθαι. Τούτων δὲ μὴ τυγχάνοντα ἀσχοῦντα καὶ μενεῖν ἐν τῷ βίῳ, καὶ πάλιν, εἰ δέοι ποτὲ δι’ ἀνάγκας, ἀπαλλαγήσεσθαι, ταφῆς προνοήσαντα κατὰ νόμον καὶ τὸ πάτριον ἔθος καὶ τῶν ἄλλων, ὅσα τοῖς κατοιχομένοις ἐπιτελεῖν ὅσιον. Βίων δὲ τριττὰς ἰδέας εἶναι, πρακτικόν, θεωρητικόν, σύνθετον ἐξ ἀμφοῖν. Τὸν μὲν γὰρ ἀπολαυστικὸν ἥττονα ἢ κατ’ ἄνθρωπον εἶναι, προκρίνεσθαι δὲ τῶν ἄλλων τὸν θεωρητικόν. Πολιτεύσεσθαι τε τὸν σπουδαῖον προηγούμένως, μὴ κατὰ περίστασιν· τὸν γὰρ πρακτικὸν βίον τὸν αὐτὸν εἶναι τῷ πολιτικῷ. Βίον δὲ κράτιστον μὲν τὸν κατ’ ἀρετὴν ἐν τοῖς κατὰ φύσιν· δεύτερον δὲ τὸν κατὰ [II 314] τὴν μέσην ἕξιν, τὰ πλεῖστα καὶ κυριώτατα τῶν κατὰ πρὸς τὸ δημοτικὸν τραπήσεσθαι σχῆμα διαγωγῆς ἢ τὸ θεωρητικὸν ἢ μέσον παιδευτικόν. Προαιρήσεσθαι μὲν γὰρ καὶ πράττειν καὶ θεωρεῖν τὰ καλά. Κωλυόμενον δὲ περὶ ἄμφω γίνεσθαι διὰ καιρούς, ἑτέρῳ χρήσεσθαι, προτιμῶντα μὲν τὸν θεωρητικὸν βίον, διὰ δὲ τὸ κοινωνικόν [II 312] ἐπὶ τὰς πολιτικὰς ὁρμῶντα πράξεις. Αἳ δὲ καὶ γαμήσειν καὶ παιδοποιήσεσθαι καὶ πολιτεύσεσθαι καὶ ἐρασθήσεσθαι τὸν σώφρονα ἔρωτα καὶ μεθυσηθήσεσθαι κατὰ συμπεριφοράς, κἂν εἰ μὴ προηγουμένως. καὶ καθόλου τὴν ἀρετὴν

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
