# Anthologium 3.166.3-3.167.6

Joannes Stobaeus Anthologus, Anthologium, 3.166.3 to 3.167.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.166.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.166.3

ἀπτῶτι τῷ λόγῳ διαπορεῦται, οὔτε αὐτὸ τὸ ἀγαθὸν φήσει εἰδέναι τὸν οὕτως ἔχοντα οὔτε ἄλλο ἀγαθὸν οὐδέν, ἀλλ’ εἰ πῃ αὐτοῦ εἴδωλον τινὸς ἐφάπτεται, δόξῃ οὐκ ἐπιστήμῃ ἐφάπτεσθαι καὶ τὸν νῦν βίον ὀνειροπολοῦντα καὶ ὑπνῶντα, πρὶν ἐνθάδε ἐξέγρεσθαι, εἰς ἄδου πρότερον ἀφικόμενον τελείως ἐπικαταδαρθεῖν. Τὴν τῶν καλῶν καὶ δικαίων πέρι ἀγαθῶν καὶ τῶν τούτοις ἐναντίων ὄντων οὖσαν ἀληθῆ δόξαν μετὰ βεβαιώσεως, ὁπόταν ἐν ψυχαῖς ἐγγίνηται, θείαν φημὶ ἐν δαιμονίᾳ γίγνεσθαι γένει. ταῦτα μὲν ἔδοκει ἔαν, ὡς εἰς ἀπολογίαν δυνάμενα παρατὰ ἐπικλωσθέντα ποιοῦσαν ἀμετάτροπα, ἐντεῦθεν ἤδη ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς Ἀνάγκης ἄγει θρόνον καὶ δι’ ἐκείνου διεξελθεῖν ποιήσας ἅμα τοῖς ἄλλοις, ἀπάγει εἰς τὸ τῆς Λήθης πεδίον παρὰ τὸν Ἀμέλητα ποταμόν, ἀφ’ οὗ μέτρον μὲν ἀναγκαῖον εἶναι πίνειν, τοὺς δὲ πίνοντας πάντων ἐκλανθάνεσθαι. Οὕτω δὲ τούτων ἐπικεχλωσμένων καὶ κατηργασμένων καὶ ἐπικευρωμένων ὑπὸ Μοιρῶν τε καὶ Λήθης καὶ Ἀνάγκης, ἐπομένου καὶ παραφυλάττοντος τὴν εἱμαρμένην τοῦ δαίμονος, τίνας ἂν εἴημεν κύριοι ἢ πῶς ἔτι „ἡ ἀρετὴ ἀδέσποτος, ἣν τιμῶν καὶ ἀτιμάζων σχεῖν τινὰς πιθανότητας· ἂ δὲ μετὰ τὸ ἐλέσθαι καὶ μέλλειν τοὺς κατὰ μέρος ἀνθρώπους ἀποφαίνειν, διὰ τῆς πλεῖον καὶ ἧλαττον αὐτῆς ἕκαστος ἔξει“ (Rep. X p. 617 E); Ἐπεὶ τοίνυν τὰ τοῦ Πλάτωνος εἰς τὰς χεῖρας λαβὼν μακρὰν ἡμᾶς ἀπεσφάλθαι τῆς τοῦ φιλοσόφου γνώμης κατεῖδον, ἐθαυμάσαμεν τοὺς ἀπορίσαντας. Βίους γὰρ F, ἀνάγκη P || 10 συμπέμπεω F || 11 τοῦ αἱρεθέντος F, τοῦ αἱρεθέντος βίου P, τῶν αἱρεθέντων Plat. l. s. || 11. 12 προσκλωθέν FP, πρὸς τὴν αὐτῶν εἰς τὰ σώματα εἰσχωρήσεως παθεῖν αὐτὰς ἐφη, χαλεπὰ ἡμῖν ἐφαίνετο, ποτὲ μὲν λέγοντος (Rep. X p. 617 E)· „ὁ πρῶτος αἱρείσθω βίον ᾧ συνέσταί ἐξ ἀνάγκης“, ποτὲ δὲ (ibid. p. 620 D—621 A), ὅτι ὅν εἰλήχαμεν δαίμονα ἀναπόδραστός τις ἡμῖν φρουρός. Τὴν γὰρ Ἀχέσιν, ἥτις τῆς Ἀνάγκης ἐστὶ θυγάτηρ, τῷ λαχόντι καὶ ἐλομένῳ τινὰ βίον συμπέμπειν φύλακά τε τοῦ βίου καὶ ἐκ παντὸς ἀποληρωτὴν τοῦ αἱρεθέντος· ὁ δὲ παραλαβὼν αὐτὸν καὶ πρὸς

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
