# Anthologium 3.185.2

Joannes Stobaeus Anthologus, Anthologium, 3.185.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.185.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.185.2

Ταῦτα χρῆ διειληφέναι, ὡς τῶν μὲν ἀγαθῶν αἰτίων ὄντων τῶν Θεῶν, τῶν δὲ κακῶν τῆς κακίας. Τίνα οὖν ἡμῖν τοῦ κακῶς πάσχειν αἴτια; Ἐπεὶ δὲ τῶν μέσων ἐστὶ τινὰ παρὰ φύσιν καὶ δύσχηστα ἢ νῦν Δία ποιητικὰ τῶν τοιούτων, ἀξίων καὶ περὶ τούτων τὴν νυνὶ διάληψιν ἔχειν, οἷον νόσου λέγω, πηρώσεως, θανάτου, πενίας, δόξης καὶ τῶν παραπλησίων. Πολλὰ τοίνυν πέφυκεν αὐτῶν περαῖνειν καὶ ἡ κακία, καὶ δι’ ἀκρασίαν καὶ λαγνείαν πολλαὶ μὲν γίνονται νόσοι, πολλαὶ δὲ πηρώσεις· διὰ τε ἀδικίαν πολλοὶ μὲν ἐχειροκοπήθησαν καὶ ἄλλας τοιαύτας ἀνεδέξαντο λύβας, πολλοὶ δὲ καὶ ὅλως ἀπέθανον. Ἐμποδίζεται δὲ πυκνὰ καὶ ἡ φιλάνθρωπος ἰατρικὴ παρὰ τὴν ἑαυτῆς πρόθεσιν ὑπὸ τῆς κακίας. Ἄπρακτα γὰρ γίνεται τὰ βοηθήματα τῆς τέχνης δι’ ἀπειθείαν καὶ ἀκρασίαν καὶ φυγοπονίαν τῶν νοσοῦντων· καὶ μὴν πολλοὺς μὲν ἀπειργάσατο πτωχοὺς καὶ ἀπόρους ἀσωτία καὶ πολυτέλεια, πολλοὺς δὲ ἀδόξους αἰσχροχέρδεια καὶ μικροπρέπεια. Μετὰ γε μὴν τὴν κακίαν δευτέρα τῶν τοιούτων πρόφασις ἢ ὕλη. Τὰ μὲν γὰρ μετέωρα καὶ ὑπὲρ ἡμᾶς, ὡς ἂν ἐκ τῆς εἰλικρινεστάτης οὐσίας γεγονότα, δι’ ὁμαλοῦ πορεύεται, πάντων ἐν αὐτοῖς κατὰ τοὺς τῆς φύσεως λόγους περαινομένων· τὰ δ’ ἐπίγεια καθάπερ ὑποστάθημην καὶ ἰλὺν ἔχοντα τῶν ὅλων τὴν οὐσίαν * * *

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
