# Anthologium 3.19.8

Joannes Stobaeus Anthologus, Anthologium, 3.19.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.19.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.19.8

τῷ πρόσθεν που ὡρισάμεθα. 2 Ἐν ταύτῃ (p. 534E). παροινίας ὡς ἡμῖν πεφυκὸς εἶδος ἡγησαμένω τῷ λόγῳ, ὁ μὲν ἐπ’ ἀριστερὰ τεμνόμενος μέρος, πάλιν τοῦτο τέμνων οὐκ ἀνῆκε, πρὶν ἐν αὐτοῖς ἐφευρὼν ὀνομαζόμενον σκαλόν τινα ἔρωτα ἐλοιδορήσε μᾶλ’ ἐν δίκῃ· ὁ δ’ εἰς τὸ ἐν δεξιᾷ τῆς μανίας ἀγαγὼν ἡμᾶς, ὁμώνυμον μὲν ἐκείνῳ, θεῖον δ’ αὐ τινὰ ἔρωτα ἐφευρὼν καὶ προτεινόμενος ἐπήνεσεν ὡς μεγίστων αἴτιον ἡμῖν ἀγαθῶν. — Ἀληθέστατα λέγεις. — Τούτων δὴ ἔγωγε αὐτὸς τε ἐραστής, ὦ Φαῖδρε, τῶν διαι-ρέσεων καὶ συναγωγῶν, ἵν’ οἷός τε ὢ λέγειν τε καὶ φρονεῖν· ἐὰν τέ τινα ἄλλον ἡγήσωμαι δυνατόν εἰς ἐν καὶ ἐπὶ πολλὰ πεφυκὸς’ ὁρᾶν, τοῦτον διώκω κατόπισθεν ‘μετ’ ἰχνιον ὥστε θεοῦ’. Καὶ μέντοι καὶ τοὺς δυνάμενους αὐτὸ ὁρᾶν, εἰ μὲν ὀρθῶς ἢ μὴ προσαγορεύω, θεὸς οἶδε· καλῶ δὲ οὖν μέχρι τοῦδε διαλεκτικούς.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
