# Anthologium 3.198.2

Joannes Stobaeus Anthologus, Anthologium, 3.198.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.198.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.198.2

Καὶ τί ποτε ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ὅσα δοκοῦσιν ἀνθρωποι; μᾶλλον ἂν βούλοιο εἶναι ἐν αὐτοῖς <ἢ δοκεῖν εἶναι> καὶ ἔχειν αὐτὰ μᾶλλον ἢ δοκεῖν ἔχειν; εὐθέως, ὅρῶν ἂν βούλοιο, ἢ δοκεῖν ὁρᾶν; ὑγιαίνειν μᾶλλον ἢ δοκεῖν; ἰσχύειν μᾶλλον ἢ δοκεῖν; εὐπορὸς εἶναι, φίλους ἔχειν μᾶλλον ἢ δοκεῖν; ἐπὶ τῶν ψυχικῶν πάλιν, φρονεῖν μᾶλλον ἢ δοκεῖν; ἄλυπος εἶναι μᾶλλον ἢ δοκεῖν; θαρσαλέος εἶναι, ἄφοβος εἶναι, ἀνδρεῖος εἶναι μᾶλλον ἢ δοκεῖν; ἐπὶ τῆς δικαιοσύνης δὲ οὐκέτι δίκαιος εἶναι μᾶλλον ἢ δοκεῖν; — Ἀλλὰ καὶ ἀνδρεῖος ἂν μᾶλλον βουλοίμην δοκεῖν ἢ εἶναι. — Ἡ οὐχ ὁ ἀνδρεῖος καὶ ἄφοβος καὶ ἄλυπος, οὐχ ὁ δοκῶν; διὰ τί δὲ βούλει ἀνδρεῖος δοκεῖν εἶναι; — Τιμήσουσί με. — Καὶ γὰρ πρωτοστάτην σὲ καταστήσουσι καὶ μονομαχεῖν κελεύσουσι καὶ ἵνα λάχῃς μηχανήσονται καὶ λαχόντος ἐπιχαρήσονται καθάπερ τῷ Αἴαντι· εἶτα τί οἶει πεισεσθαι, δειλὸς μὲν ὢν, κινδυνεύων δέ; καὶ ἐὰν αἰχμάλωτος γένη δοκῶν ἀνδρεῖος εἶναι πέδας ἔξεις μεγάλας καὶ χειροπέδας, καὶ οὐδεὶς σοι μὴ πιστεύσει, ἀλλὰ καὶ κατακεκλεισμένος ἔση, κἂν βασανίζωσί σε πολλάς λήψη, καὶ λέγων τὴν ἀλήθειαν οὐ μὴ πιστευθήση, ἀλλὰ δόξεις μωκάσθαι διὰ τὸ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
