# Anthologium 3.231.1-3.232.3

Joannes Stobaeus Anthologus, Anthologium, 3.231.1 to 3.232.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.231.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.231.1

καθίστανται καὶ κατὰ σῶμα καὶ φωνὰς καὶ κατὰ τὴν διάνοιαν; — Καὶ μᾶλα, ἢ δ᾽ ὧς. τοίνυν βία, εἶπον, ὦ ἄριστε, τοὺς παῖδας ἐν τοῖς μαθημασιν ἀλλὰ παίζοντας τρέφε, ἵνα καὶ μᾶλλον οἷός τ᾽ ἡς καθορᾶν, ἔφ᾽ ᾧ ἕκαστος πέφυχε. 111 Ξενοκράτης, ὁπότε τις αὐτῷ σχολάζειν ἠθελεν οὐδενὸς τῶν ἐγκυλίων μαθημάτων μετεληφώς, „ἄπιθι“, εἶπε, „λαβὰς οὐκ ἔχεις πρὸς φιλοσοφίαν· δεῖ γὰρ προμεμαλάχθαι διὰ τούτων τὴν ψυχήν“. 112 Ἰσοκράτης τοῖς μαθηταῖς παρεκελεύετο μὴ πραγματολογεῖν ἀλλὰ πράγματα παρέχειν τοῖς ἀκροωμένοις. 113 Ἀγσίλαος ἐρωτηθεὶς, τίνα χρὴ τοὺς ἐλευθέρους παῖδας ἐκμανθάνειν, „ἀ αἰσχρόν“, ἔφη, „γέροντας μὴ εἰδέναι“. 114 Ἐκ τῶν Σερίνου. 110 Πολιτείας ζ᾽ (p. 536DE). Παρ᾽ Εὐκλείδῃ τις ἀρξάμενος γεωμετρεῖν, ὡς τὸ πρῶτον θεώρημα ἔμαθεν, ἠρετο τὸν Εὐκλείδην „τί δέ μοι πλέον ἔσται ταῦτα μαθόντι;“, καὶ ὁ Εὐκλείδης τὸν παῖδα καλέσας „δός“, ἔφη, „αὐτῷ τριώβολον, ἐπειδή δεῖ αὐτῷ ἐξ ὧν μανθάνει κερδαίνειν“. 115 Μέναυχμον τὸν γεωμέτρην Ἀλέξανδρος ἡξίου συντόμως αὐτῷ παραδοῦναι τὴν γεωμετρίαν· ὁ δὲ „ὦ βασιλεῦ“, εἶπε, „κατὰ μὲν τὴν χώραν ὁδοὶ εἰσιν ἰδιωτικαὶ καὶ βασιλικαί, ἐν δὲ τῇ γεωμετρίᾳ πᾶσιν ἐστιν ὁδὸς μία“. Τὰ μὲν τοίνυν λογισμῶν τε καὶ γεωμετριῶν καὶ πάσης τῆς προπαιδείας, ἣν τῆς διαλεκτικῆς δεῖ προπαιδευθῆναι, παισὶν οὕσι χρή προβάλλειν, οὐχ ὡς ἐπάναγκες μαθεῖν τὸ σχῆμα τῆς διδαχῆς ποιουμένους. — Τί δή; — Ὅτι, ἣν δ᾽ ἐγώ, οὐδὲν μᾶθημα μετὰ δουλείας τὸν ἐλεύθερον χρὴ μανθάνειν. οἱ μὲν γὰρ τοῦ σώματος πόννοι βία πονούμενοι χειρὸν οὐδὲν τὸ σῶμα ἀπεργάζονται, ψυχῇ δὲ βίαιον οὐδὲν ἔμμονον μᾶθημα. — Ἀληθῇ, ἔφη. — Μὴ 116 Ἐκ τῶν Σερίνου. Ἡράκλειτος (fr. 16 Bywater.) μὲν ἔλεγε πολυμαθείαν νοῦν μὴ ἐμποιεῖν· Ἀνάξαρχος δὲ πολυμαθείαν κάρτα μὲν ὠφελεῖν, κάρτα δὲ βλάπτειν. 117 Ἰαμβλίκου Εὐσταθίῳ περὶ μουσικῆς. .... ν ἐκεῖνο εἰδόντας, ὡς αἱ τε μεγάλαι φύσεις τὰ μεγάλα κακὰ γεννῶσι διαφθαρεῖσαι καὶ τὰ κράτιστα ἐπιτηδέσματα πάντως ἐστὶ βλαβερώτατα ἐπὶ τὸ κακὸν δέψαντα.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
