# Anthologium 3.253.2-3.254.6

Joannes Stobaeus Anthologus, Anthologium, 3.253.2 to 3.254.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.253.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.253.2

129 Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ (p. 227D—230E). Δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον. — Ποῖα; — Τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’ οἷον αἰσχος ἐγγυγνόμενον. — Οὐκ ἔμαθον. — νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενομίκας. — Οὐδ’ αὐ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι. — Πότερον ἄλλο τι στάσιν ἡγοῦμενος ἢ τὴν τοῦ φύσει ξυγγενοῦς ἐκ τινος διαφορᾶς διαφθοράν; ὅσα κινήσεως μετασχόντα καὶ σκοπὸν τινα θέμενον πειρώμενα τοῦτον τυγχάνειν καὶ καθ᾽ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίνεται καὶ ἀποτυγχάνει, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοιναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν; — Δῆλον ὡς ὑπὸ ἀμετρίας. — Ἄλλα μὴν ψυχὴν γε ἴομεν ἄκουσαν πᾶσαν πᾶν ἄγροοῦσαν. — Σφόδρα γε. — Τὸ γε μὴν ἄγνοεῖν ἐστὶν ἐπ᾽ ἀλήθειαν ὁρμουμένης ψυχῆς, παραφόρου ξυνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη. — Πάνυ μὲν οὖν. — Ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον. — Ἔοικεν. — — Οὐδέν. — Ἄλλ᾽ αἴσχος ἄλλο τι πλὴν τῆς ἀμετρίας Ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὢν. — Ναί. — Τὸ δὲ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν. — Κομιδῆ συγχωρητέον, ὅ δὴ νῦν λέξαντος ἡμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν ξύμπαντα ἠγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας 4 ἄλλο. τί δὲ Plat., ἄλλό τι δὲ L || 5 πάντα Plat. || 10 θέμενα Plat. || πανταχοῦ δυσειδὲς ἐν ὧν γένος; — Οὐδαμῶς ἄλλο. — Τί L | πᾶν ἄγνοοῦσαν Plat., πᾶναγνον οὔσαν L || 24 ὅ δὴ νῦν L et Plat. (vel ἡμφιγνόησά) σου Plat., ἡμφιγνόησας. οὐ L, ἀμφιγνοήσας οὐ δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντ᾽ ἀλλήλοις ταῦτα τῶν φλαύρων ἔχοντων οὐκ ἠσθήμεθα διαφερόμενα; — Καὶ σφόδρα γε. — Συγγενῆ γε μὴν ἐξ ἀνάγκης ξύμπαντα γέγονε. — Πῶς γὰρ οὔ; — Στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
