# Anthologium 3.26.4-3.27.8

Joannes Stobaeus Anthologus, Anthologium, 3.26.4 to 3.27.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.26.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.26.4

16 Κλεάνθους. Κλεάνθης ἐρωτώμενος διὰ τί παρὰ τοῖς ἀρχαίοις οὐπολλῶν φιλοσοφησάντων ὅμως πλείους διέλαμψαν ἢ νῦν,ὅτι, εἶπε, τότε μὲν ἔργον ἠσκεῖτο, νῦν δὲ λόγος. 17 Ἐκ τῶν Σερίνου ἀπομνημονευμάτων Ἀρκεσιλάου. Διαλεκτικὴν δὲ φεύγε, συγχυκᾶ τᾶνν κατῶ. 18 Ἀρίστωνος. καὶ γὰρ ἐκεῖνον αὐξηθείσας τὰς πλεκτάνας κατεσθίειν, καὶ τούτους προιοῦσις τῆς δυνάμεως καὶ τὰ σφέτερα ἀνατρέπειν. 21 Κλειτομάχου. Κλειτόμαχος εἴκαζε τὴν διαλεκτικὴν τῇ σελήνῃ· καὶ γὰρ ταύτην οὐ παύεσθαι φθίνουσαν καὶ αὐξομένην. 22 Ἀρίστωνος. Ἀρίστων τοὺς λόγους τῶν διαλεκτικῶν εἴκαζεν τοῖς τῶν ἀραχνῶν ὑφάσμασιν οὐδὲν μὲν χρησίμοις, λίαν δὲ τεχνικοῖς. 23 Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Ὁ ἐλλέβορος ὀλοσχερέστερος μὲν ληφθεὶς καθεῖρει, εἰς δὲ πᾶν σμικρὰ τριφθεὶς πνίγει· οὕτω καὶ ἡ κατὰ φιλοσοφίαν λεπτολογία. Τὸν δὲ ἀσφαλῆ δεῖ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ποιεῖσθαι τὴν φυλακήν· ὀλιγοηρότατον γὰρ τὸ γένος. Ἐγὼ δὲ τοῖς διὰ τῶν εἰκόνων τὰς ἀποδείξεις ποιουμένοις λόγους ξύνοιδᾶ οὐδὲν ἀλαζόσι, καὶ ἂν τις αὐτοὺς μὴ φυλάττηται, εὖ μᾶλ᾽ ἐξαπατῶσι καὶ ἐν γεωμετρῖᾳ καὶ ἐν ἄλλοις ἅπασιν.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
