# Anthologium 3.37.1

Joannes Stobaeus Anthologus, Anthologium, 3.37.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.37.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.37.1

Ω τεχνικώτατε Θεῦθ, ἄλλος μὲν δυνατὸς τεκεῖν τὰ τέχνη, ἄλλος δὲ κρῖναι, τίν’ ἔχει μοῖραν βλάβης τε καὶ ὠφελείας τοῖς μέλλουσι χρῆσθαι. Καὶ νῦν σὺ πατὴρ ὧν γραμμάτων δι’ εὐνοιαν τοῦναντίον εἴπες ἢ δύναται. Τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει, μνήμης ἀμελετησίαν, ἄτε διὰ πίστιν γραφῆς ἐξῶθεν ὑπ’ ἀλλοτρίων τύπων, οὐχ ἔνδοθεν αὐτοὺς ὑφ’ αὐτῶν ἀναμιμνησκομένους. Οὐκοῦν οὐ μνήμης ἀλλ’ ὑπομνήσεως φάρμακον εὗρες, σοφίας δὲ τοῖς μαθηταῖς δόξαν οὐχ ἀλήθειαν πορίζεις. πολυήκοοι γὰρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ πλῆθος ὄντες καὶ χαλεποὶ ξυνεῖναι, δοξόσοφοι γεγενημένοι ἀντὶ σοφῶν. — Ω Σώκρατες, ὁρῶς σὺ Αἰγυπτίους καὶ ὀποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς. — Οἱ δὲ γ’, ὦ φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρὺς λόγους ἔφησαν μαντικούς πρῶτους γενέσθαι. Τοῖς μὲν οὖν τότε, ἄτε οὐχ οἷσι σοφοῖς, ὡςπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρὺς καὶ πέτρας ἀκούειν ὑπ’ εὐηθείας, εἰ μόνον ἀληθῆ λέγοιεν· σοὶ δ’ ὡς διαφέρει, τίς ὁ λέγων καὶ ποδαπός. Οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει. — Ὀρθῶς ἐπέπληξας. Καὶ μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ἥπερ ὁ Θηβαῖος λέγει. — Οὐκοῦν ὁ τέχνην οἴόμενος ἐν γράμμασι καταλείπειν, καὶ αὐ ὁ παραδεχόμενος, ὡς τι σαφὲς καὶ βέβαιον ἐν γράμμασι ἔσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι· καὶ τῷ ὄντι τὴν Ἀμμῶνος μαντείαν ἀγνοοῖ, πλεῖον τι οἴμενος εἶναι λόγους γεγραμμένους καὶ τοῦ τὸν εἰδότα ὑπομνήσαι περὶ ὧν ἂν ἢ τὰ γεγραμμένα. — Ὀρθότατα.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
