# Anthologium 3.46.1

Joannes Stobaeus Anthologus, Anthologium, 3.46.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.46.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.46.1

Τοῦ γὰρ περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας τὸ μὲν περὶ τῶν σκοπῶν καὶ τῶν λεγομένων τελῶν τοῦ βίου, τὸ δὲ περὶ τῶν συμβαλλομένων εἰς τὴν τῶν τελῶν περιποίησιν. <καὶ τὸ μὲν περὶ τῶν τελῶν διαιρεῖται εἰς τε τὸ περὶ ἀγαθῶν καὶ κακῶν καὶ τὸ ...... τοῦ δὲ περὶ τῶν συμβαλλομένων εἰς τὴν τῶν τελῶν περιποίησιν> τὸ μὲν ἐστὶ περὶ τῶν ἀρετῶν καὶ τῶν κακιῶν, τὸ δὲ περὶ τῶν κατὰ τὰς ἀρετὰς ποιῶν (ὅπερ καὶ καλεῖται χαρακτῃριστικόν), τὸ δὲ περὶ τεχνῶν, τὸ δὲ περὶ ἐπιτηδευμάτων. Τοῦ μὲν περὶ ἀρετῶν τὸ μὲν ἴδιον, τὸ δὲ κοινόν· ἴδιον μὲν, οἷον περὶ δικαιοσύνης, περὶ ἀνδρείας, σωφροσύνης, φρονήσεως, τῶν ἄλλων· κοινὸν δὲ τὸ προτρεπτικόν, τοῦτο γὰρ εἰς τὸ μόνως ἐνδείκνυσθαι τὴν ἀρετὴν καὶ τὴν κακίαν. Καὶ ὁ μὲν περὶ τὴν θεωρίαν τῆς καθ’ ἕκαστον ἀξίας λόγος εἰς τοσούτους τόπους γενικοὺς τέμνεται· ὁ γὰρ περὶ ἀγαθῶν καὶ κακῶν πολλάς περιέχει διαιρέσεις, ἀντίκα τὸν περὶ τῶν λεγομένων προηγημένων, τὸν περὶ φιλίας καὶ ἡδονῆς καὶ δόξης καὶ εὐφύας. Τῷ δὲ περὶ φιλίας κατὰ γειτνίασιν ὑπάγει τὸν περὶ ἔρωτος τὸν περὶ ὑποδιαιρεῖται scripsi, poteriis etiam ὑποδιαίρεσιν ; ἕκαστον ὑποδιαίρεσιν Heeren

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
