# Anthologium 3.56.9

Joannes Stobaeus Anthologus, Anthologium, 3.56.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.56.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.56.9

μεθεῖνται δεῖν (ἡδονὴ καὶ λύπη), ὧν ὁ μὲν ἀρυστόμενος καὶ τὸ ὀρεκτικὸν κατὰ φύσιν· καὶ τὸ κινητικὸν τῆς κατὰ φύσιν ἔχουσης ὀρέξεως, καὶ καθ’ ὃ ἕκαστον ἐξ ἑχει ὅσον ἐπὶ τῇ ἐκείνου παρουσίᾳ, ἡ ποιητικὸν ἐστι τοῦ τοιούτου· καὶ ὁ ἦτοι δι’ αὐτὸ ἐστὶν αἱρετόν, ἢ τοῦ αἱρετοῦ ποιη- 5 τικόν· καὶ ὁ ἦτοι εὐδαιμονία ἐστιν, ἢ συμβαλλόμενοι πρὸς εὐδαιμονίαν· καὶ καθάπερ Στράτων, τὸ τελειοῦν τὴν δύναμιν, δι’ ἣν τῆς ἐνεργείας τυγχάνομεν· καὶ τὸ σωστικὸν τῆς ἑκάστου οὐσίας, καθ’ ὁ κριθήσεται τῶν κατὰ μέρος τὰ μετέχοντα τῆς τοιαύτης δυνάμεως· καὶ πολλαχῶς ἄλλως. 10 Πλάτων δὲ τοιαύτῃ χρῆται διαιρέσει, θῆσω δὲ κατὰ λέξιν ἐκ τοῦ πρώτου τῶν Νόμων καὶ διὰ τὸ κάλλος τῆς φράσεως καὶ διὰ τὴν σαφήνειαν (p. 631 B-D). «Αὐτὰ δ’ ἀγαθὰ ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεία, ἥρτηται δ’ ἐκ τῶν θείων ἅτερεα· καὶ ἐὰν μὲν δέχηται τις τὰ μείζονα, παρίσταται καὶ τὰ ἐλάττονα· εἰ δὲ μή, στέ- 15 ρεται ἀμφοῖν. Ἔστι δὲ τὰ μὲν ἐλάττονα, ὧν ἥγεται μὲν ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχύς εἰς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δή πλοῦτος οὐ τυφλός, ἀλλ’ ὁξὺ βλέπων, ἄν περ ἅμα ἔπηται φρονήσει. Ὁ δὴ πρῶτον αὐ τῶν 20 θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις· δεύτερον δὲ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
