# Anthologium 3.58.1-8

Joannes Stobaeus Anthologus, Anthologium, 3.58.1 to 3.58.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.58.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.58.1

μετὰ νοῦ σώφρων ψυχῆς ἔξις· ἐκ δὲ τούτων μετ’ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον ψυχήν, τὰς δὲ περὶ σῶμα, τὰς δ’ ἐν τοῖς ἔκτος ἀρετὰς εἴποις ἂν καὶ εὐεξίας καὶ εὐπορίας. Πενταχῶς δὲ τοῖς εἴδεσι. Πρῶτον μὲν γὰρ τἀγαθὸν τὴν ἰδέαν αὐτὴν ἀποφαίνεται, ὅπερ ἐστὶ θεῖον καὶ χωριστόν· δεύτερον δὲ τὸ ἐκ φρονήσεως καὶ ἡδονῆς σύνθετον, ὅπερ ἐνίοις δοκεῖ κατ’ αὐτὸν εἶναι τέλος τῆς ἀνθρωπίνου ζωῆς· τρίτον αὐτὴν καθ’ αὐτὴν τὴν φρόνησιν· τέταρτον τὸ ἐκ τῶν ἐπιστημῶν καὶ τεχνῶν σύνθετον· πέμπτον αὐτὴν καθ’ αὐτὴν τὴν ἡδονήν. Ταύταις χέχρηται ταῖς διαστολαῖς ἐν τῷ πρώτῳ τῶν Νόμων μάλιστα καὶ τῷ Φιλήβῳ. Ἄλλως· Μόνον μὲν τὸ καλὸν ἀγαθόν· καθότι τῶν ἀνδρεία. Ταῦτα δὲ πάντα ἐκείνων ἐμπροσθέν τέτακται ὄντων οὐδὲν ἀγαθόν, εἰ μὴ τι μεταλάβοι τῆς ἀρετῆς, ὥσπερ ὁ φύσει, καὶ δι’ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. Ἐπὶ καὶ τοῦτον ἐνδιαστελοῦμαι τὸν τρόπον· Πλάτων πολύφρων ὢν, οὐχ ὡς τινες οἴονται πολύδοξος, πολλάκις διήρηται τἀγαθόν. Διχῶς μὲν τῇ γένει· τῶν ἀγαθῶν τὰ μὲν θεία, τὰ δὲ ἀνθρώπινα· θεία μὲν τὰς περὶ τὴν ψυχὴν ἀρετὰς λέγων, ἀνθρώπινα δὲ τὰς περὶ τὸ σωματικὸν μέρος εὐεξίας καὶ τὰς ἀπὸ τῶν ἔκτος λεγομένων εὐπορίας. Τριχῶς δὲ τοῖς τόποις. Τῶν γὰρ ἀγαθῶν τὰς μὲν περὶ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
