# Anthologium 3.67.3-3.68.4

Joannes Stobaeus Anthologus, Anthologium, 3.67.3 to 3.68.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.67.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.67.3

Π 114 σκοποῦ, ἤδη δ’ ὁ μὲν διὰ τοῦ πατάξαι εἰς τὴν λευκὴν εἰ τύχοι γραμμὴν, ὁ δὲ διὰ τοῦ εἰς τὴν μέλαιναν, ἄλλος διὰ τοῦ εἰς ἄλλο τι χρῶμα γραμμῆς. Καθάπερ γὰρ τοῦτους ὡς μὲν ἀνωτάτω τέλος ποιεῖσθαι τὸ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ἄλλον κατ’ ἄλλον τρόπον προτίθεσθαι τὴν τεῦξιν, τὸν αὐτὸν τρόπον καὶ τὰς ἀρετὰς πάσας ποιεῖσθαι μὲν τέλος τὸ εὐδαιμονεῖν, ὅ ἐστι κείμενον ἐν τῷ ζῆν ὁμολογουμένως τῇ φύσει, τοῦτον δ’ ἄλλην κατ’ ἄλλον τυγχάνειν. Βούλονται δὲ καὶ τὴν ἐν ἡμῖν ψυχὴν ζῆσον εἶναι, ζῆν τε γὰρ καὶ αἰσθάνεσθαι· καὶ μάλιστα τὸ ἡγεμονικὸν μέρος αὐτῆς, ὃ δὴ καλεῖται διάνοια. Διὸ καὶ πᾶσαν ἀρετὴν ζῆσον εἶναι, ἐπειδὴ ἡ αὐτὴ διάνοια ἐστὶ κατὰ τὴν οὐσίαν. 5 Κατὰ τοῦτο γὰρ φασὶ καὶ τὴν φρόνησιν φρονεῖν, ἀκολουθεῖ γὰρ αὐτοῖς τὸ οὕτως λέγειν. 5b8 Ἀρετῆς δὲ καὶ κακίας οὐδὲν εἶναι μεταξύ. Πάντας γὰρ ἀνθρώπους ἀφορμὰς ἔχειν ἐκ φύσεως πρὸς ἀρετὴν, καὶ οἴονεὶ τὸν τῶν ἡμιαμβείων λόγον ἔχειν κατὰ τὸν Κλεάνθην· ὅθεν ἀτελεῖς μὲν ὄντας εἶναι φαύλους, τελειωθέντας δὲ σπουδαίους. Φασὶ δὲ καὶ πάντα ποιεῖν τὸν σοφὸν πᾶσας τὰς ἀρετάς. Πᾶσαν γὰρ πρᾶξιν τελείαν αὐτοῦ εἶναι, διὸ καὶ μηδemiᾶς ἀπολελειφθαι ἀρετῆς. 5b9 Ἀκολούθως γὰρ τούτοις δογματίζουσι καὶ ὅτι καὶ νουνεχῶντως καὶ διαλεκτικῶς ποιεῖ καὶ συμποτικῶς καὶ ἐρωτικῶς. Τὸν δὲ ἐρωτικὸν καὶ διχῇ λέγεσθαι, τὸν μὲν κατὰ τὴν ἀρετὴν πολὺν σπουδαῖον ὄντα, τὸν δὲ κατὰ τὴν κακίαν ἐν ψόγῳ, ὡς ἂν ἐρωτομανῆ 20 τινα. εἶναι δ’ ἐρωτα * * τὸν τ’ ἀξιέραστον ὁμοίως

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
