# Anthologium 3.70.1-3.71.18

Joannes Stobaeus Anthologus, Anthologium, 3.70.1 to 3.71.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.70.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/3.70.1

ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ ὅλον οὖσαν τὸν βίον τέχνην, ἀκόλουθον ῥῆθησαν τὸ περὶ τοῦ πάντ’ εὖ ποιεῖν τὸν σοφὸν δόγμα. Κατὰ τὸ ἀνάλογον δὲ καὶ τὸν φαῦλον πάντα ὅσα ποιεῖ κακῶς ποιεῖν καὶ κατὰ πάσας τὰς κακίας. Φιλομουσίαν δὲ καὶ φιλογραμματίαν καὶ φιλιππίαν καὶ φιλοκυνηγίαν καὶ καθόλου ἐγκυκλίους λεγομένας τέχνας ἐπιτηδεύματα μὲν καλοῦσιν, ἐπιστήμας δ’ οὔ, ἐν ταῖς σπουδαλαῖς ἔξεσι ταῦτα καταλείπουσι, καὶ ἀκόλουθῶς μόνον τὸν σοφὸν φιλόμουσον εἶναι λέγουσι καὶ φιλογράμματον, καὶ ἐπὶ τῶν ἄλλων κατὰ τὸ ἀνάλογον. Τὸ τε ἐπιτήδευμα τοῦτον ὑπογράφουσι τὸν τρόπον· ὅδὸν διὰ τέχνης ἢ μέρους ἄγουσαν ἐπὶ κατ’ ἀρετήν. Μόνον δὲ φασὶ τὸν σοφὸν καὶ μάντιν ἀγαθὸν εἶναι καὶ ποιητήν καὶ ῥήτορα καὶ διαλεκτικὸν καὶ κριτικόν, οὐ πάντα δέ, διὰ τὸ προσδεῖσθαι ἐπὶ τινὰ τούτων καὶ θεωρημάτων τινῶν ἀναλήψεως. Εἶναι δὲ τὴν μαντικὴν φασιν ἐπιστήμην θεωρητικὴν σημείων τῶν ἀπὸ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον συντεινόντων. Ὁμοίως δὲ καὶ τὰ εἴδη τῆς μαντικῆς. Λέγουσι δὲ καὶ ἱερέα μόνον εἶναι τὸν σοφόν, φαῦλον δὲ μηδένα. Τὸν γὰρ ἱερέα εἶναι δεῖν ἐμπειρον νόμων τῶν περὶ θυσίας καὶ εὐχὰς καὶ καθαρμοὺς καὶ ἱδρύσεις καὶ πάντα τὰ τοιαῦτα, πρὸς δὲ τούτοις καὶ ἀγιστείας τε καίων, παρ' ὃ καὶ ἀνοσίους εἶναι καὶ ἀκαθάρτους καὶ ἀνάγνους καὶ μιᾶρούς καὶ ἀνεορτάστους. Τὸ γὰρ ἐορτάζειν ἀστείου φασὶν εἶναι, τῆς ἐορτῆς οὔσης χρόνον τινὸς ἐν ᾧ χρή περὶ τὸ θεῖον γίγνεσθαι τιμῆς χάριν καὶ καθηκουσῆς ἐπισημασίας, ὅθεν καὶ τὸν 15 ἐορτάζοντα συγκαθεῖκέναι δεῖ μετ' εὐσεβείας εἰς τὴν τοιαύτην τάξιν. 5b 13 Ἔτι δὲ λέγουσι πάντα φαῦλον μαίνεσθαι, ἄγνοιαν ἔχοντα αὐτοῦ καὶ τῶν καθ' αὐτόν, ὅπερ ἐστὶ μανία. Τὴν δ' ἄγνοιαν εἶναι ἐναντίαν κακίαν τῇ φρονήσει· ταύτην 20 δὲ πρὸς τί πως ἔχουσαν ἀκαταστάτους καὶ πτωώδεις καὶ εὐσεβείας δεῖσθαι καὶ ἐμπειρίας τῆς τῶν θεῶν θεραπείας, καὶ ἐντὸς εἶναι τῆς φύσεως τῆς θείας. Μὴδ' ἐν

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
