# Anthologium 4.152.1

Joannes Stobaeus Anthologus, Anthologium, 4.152.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.152.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.152.1

ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ γὰρ καὶ ἐν τούτοις ἁ ἀρετά. τῶν δὲ παθῶν τὸ μὲν ἐκούσιον τὸ δ’ ἀκούσιον· καὶ ἐκούσιον μὲν ἄδονά, ἀκούσιον δὲ λίπα. ταῦτά δὲ ταῦτα καὶ ἐπιτείνοντι καὶ ἀνιέντι τοὺ πολιτικοὶ συναρμοζόμενοι τὰ ἄλογα μέρει τῆς ψυχᾶς ποτὶ τὰ λόγον ἔχοντα. τὰς δὲ συναρμογὰς ὅρος τὸ μήτε διὰ τὰν ἔνδειαν μήτε διὰ τὰν ὑπερβολὰν ἀπεῖργεσθαι τὸν νοῦν τὸ ἴδιον ἔργον ἐπιτελέν. συντέταπται γὰρ τὸ χέριον ἔνεκα τῷ βελτίονος, ὡς ἐν μὲν τῷ κόσμῳ τὸ ἀειπαθὲς πᾶν μέρος ἔνεκα τῷ ἀεικινάτῳ, ἐν δὲ τῇ συζυγίᾳ τῶν ζῴων τὸ θῆλυ ἔνεκα τῷ ἄρρενος· τὸ μὲν γὰρ σπεῖρει τὰν ψυχὰν γεννῶν, τὸ δὲ μόνον τὰν ὕλαν παρέχεται τῷ γεννωμένῳ· ἐν δὲ γε τῇ ψυχᾷ τὸ ἄλογον τῷ λογικῷ. συντέταπται γὰρ καὶ ὁ θυμὸς καὶ ἁ ἐπιθυμία ποτὶ τὸ πρᾶτον μέρος τᾶς ψυχᾶς, τὸ μὲν ὡςπερ δορυφόρος τις καὶ σωματοφύλαξ, τὸ δ’ ὡς οἰκονόμος καὶ οἰκουρὸς τῶν ἀναγκαίων· ὁ δὲ νοῦς ἐπ’ ἄκρας τᾶς κορυφᾶς τῷ σώματος ἰδρυμένος καὶ ἔχων περιανγέα καὶ διανγέα τὰν ἐποψίαν, μαστεύεται τὰν τῶν ὄντων φρόνησιν· καὶ τοῦτ’ ἔργον ἐντὶ αὐτῷ κατὰ φύσιν, τὸ μαστευσάμενον καὶ κτισάμενον ἀκολουθῆσαι τοῖς βελτίοσιν αὐτῷ καὶ τιμιω-

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
