# Anthologium 4.314.2-4.317.3

Joannes Stobaeus Anthologus, Anthologium, 4.314.2 to 4.317.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.314.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.314.2

55 (4, 57 Mein.) Σωκράτους. Ὁ μὲν δειλὸς τῆς πατρίδος, ὁ δὲ φιλόδοξος τῆς πατρῶας οὐσίας ἐστὶ προδότης. Οἱ δραπέται κἂν μὴ διώκωνται φοβοῦνται, οἱ δὲ ἄφρονες κἂν μὴ κακῶς πράττωσι ταράσσονται. Ἐν μὲν ταῖς μέθαις παροινούσιν, ἐν δὲ ταῖς εὐτυχίαις παρανοοῦσιν οἱ ἄνθρωποι. Οὐδ’ οἱ ἄμουσοι τοῖς ὀργάνοις οὐδ’ οἱ ἀπαίδευτοι ταῖς τύχαις δύνανται συναρμόσασθαι. Τῷ τῶν ἀπαιδεύτων βίῳ καθάπερ ὑποκριτῇ πολλὰ τύφου μετεχῶματα παρέκειται. Τοῖς ἀφροσὶν ὡςπερ τοῖς παιδίοις μικρὰ πρόφασις εἰς τὸ κλαίειν ἰκανή. Οἱ μὲν ξένοι ἐν ταῖς ὁδοῖς, οἱ δὲ ἀπαίδευτοι ἐν τοῖς πράγμασι πλανῶνται. Ταῦτόν ἐστιν ἀρρωστοῦντι φορτίον ἀναθεῖσθαι καὶ ἀπαίδευτοις εὐτυχίαν. Οὔτε πλέοντα παρὰ τόπον ὁρμεῖν ἀσφαλὲς οὔτε ζῶντα παρὰ τὸν νόμον βιῶν ἀκίνδυνον. Ὁ μὲν Πρωτεύς τῇ μορφῇ, ὁ δ’ ἀπαίδευτος τῇ ψυχῇ παρ’ ἕκαστον ἀλλιοῦται. Πολλοὺς ὡςπερ ἀσθενοῦντας οὕτω καὶ εὐτυχοῦντας τὸ πλήθος τῶν παρακειμένων λυπεῖ. Φίλιππος τοὺς Ἀθηναίους εἶκαζε τοῖς ἕρμασι ὡς στόμα μόνον ἔχουσι καὶ αἰδοῖα μεγάλα. ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ' Λίγη τῶν ἰδίων κακῶν θρασύτητα γεννᾷ. Ἄνοήμονες ὁμοιοῦνται τοῖσι τῆς τύχης κέρδεσιν, οἱ δὲ τῶν τοιῶνδε δαήμονες τοῖσι τῆς σοφίης. Τὸ χρῆζον οἶδεν ὁκόσον χρῆζει, ὁ δὲ χρῆζων οὐ γινώσκει. Ἄνοήμονες τὸ ζῆν ὡς στυγέοντες, ζῆν ἐθέλουσι δεῖματι αἰδεω. Δημάδης τοὺς Ἀθηναίους εἴκαζεν αὐλοῖς, ὧν εἴ τις ἀφέλοι τὴν γλῶτταν τὸ λοιπὸν οὐδὲν ἔστι. Θεόκριτος γραμματοδιδασκάλῳ φαύλῳ ἀναγιγνώσκοντι προσελθὼν εἶπε ‘διὰ τί γεωμετρεῖν οὐ διδάσκεις;’ τοῦ δὲ δ’ εἰπόντος ὅτι οὐκ οἶδα, ‘καὶ τί τοῦτ’;’ εἶπεν· ‘οὐδὲ γὰρ ἀναγιγνώσκειν’. Εἴδωλα ἐσθῆτι καὶ κόσμῳ διαπρεπέα πρὸς θεωρίην, ἀλλὰ καρδίης κενεά. Ἄνοήμονες βιοῦσιν οὐ τερπόμενοι βιωτή. παρωχημένων Tr.: παρωχημένα MᵈA | κερδαλαιώτερα Mᵈ m. pr. | Ἄνοήμονες δηναιότητος ὀρέγονται οὐ τερπόμενοι δηναιότητι. Ἄνοήμονες τῶν ἀπεόντων ὀρέγονται, τὰ δὲ παρόντα καὶ παρωχημένων κερδαλεώτερα ὄντα ἀμαλδύνουσιν. Ἄνθρωποι τὸν θάνατον φεύγοντες διώκουσιν. Ἄνοήμονες οὐδὲν † ἀνδάνουσιν ἐν ὅλῃ τῇ βιωτή.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
