# Anthologium 4.419.2

Joannes Stobaeus Anthologus, Anthologium, 4.419.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.419.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.419.2

Ἀνδρείαν, ὦ Εὐθύδημε, ἆρα τῶν καλῶν νομίζεις εἶναι; Καλλίστον μὲν οὖν ἔγωγ᾽, ἔφη. Χρήσιμον ἆρα οὐ πρὸς τὰ ἐλάχιστα νομίζεις τὴν ἀνδρείαν; Νὴ Δί᾽, ἔφη, πρὸς τὰ μέγιστα μὲν οὖν. Ἄρ᾽ οὖν δοκεῖ σοι πρὸς τὰ δεινὰ τε καὶ ἐπικίνδυνα χρήσιμον εἶναι τὸ ἀγνοεῖν αὐτά; Ἡκιστὰ γ᾽, ἔφη. Οἱ ἆρα μὴ φοβούμενοι τὰ τοιαῦτα διὰ τὸ μὴ εἰδέναι τί ἐστιν οὐχ ἀνδρεῖοί εἰσιν; Νὴ Δί᾽, ἔφη· πολλοὶ γὰρ ἂν οὕτω γε τῶν τε μαινομένων καὶ τῶν δειλῶν ἀνδρεῖοι εἴεν. Τί δὲ οἱ καὶ τὰ μὴ δεινὰ δεδοικότες; Ἔτι γε, νὴ Δία, ἦτον, ἔφη. Ἄρ᾽ οὖν τοὺς μὲν ἀγαθοὺς πρὸς τὰ δεινὰ καὶ ἐπικίνδυνα ὄντας ἀνδρείους ἡγῇ εἶναι, τοὺς δὲ κακοὺς δειλοὺς; Πάνυ μὲν οὖν, ἔφη. Ἀγαθοὺς δὲ πρὸς τὰ τοιαῦτα νομίζεις ἄλλους τινὰς ἢ τοὺς δυνάμενους αὐτοῖς καλῶς χρῆσθαι; Οὐχ ἀλλὰ τούτους, ἔφη. Κακοὺς δὲ ἆρα τοὺς οὕτως τούτοις κακῶς χρῆσθαι; Τίνας γὰρ ἄλλους; ἔφη. Ἄρ᾽ οὖν ἕκαστοι ἕκαστοις χρῶνται ὡς οἴονται δεῖν; Πῶς γὰρ ἄλλως; ἔφη. Ἄρ᾽ οὖν οἱ μὴ δυνάμενοι καλῶς χρῆσθαι ἴσασιν ὡς δεῖ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
