# Anthologium 4.486.1

Joannes Stobaeus Anthologus, Anthologium, 4.486.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.486.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.486.1

ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ οὐ λέγοντος, ἔφη, Σωκράτους, οὐκ ἄλλην ἢ δικαιοσύνην. εἰπόντος δέ μου· μὴ μοι τὸ ὄνομα εἴπης μόνον, ἀλλὰ ὧδί· ἰατρικὴ πού τις λέγεται τέχνη, ταύτης δέ ἐστι διὰ τὰ ἀποτελούμενα, τὸ μὲν ἰατροὺς ἀεὶ πρὸς τοὺς οὕτω ἑτέρους ἐξεργάζεσθαι, τὸ δὲ ὑγίειαν· ἐστὶ δὲ τούτων ὁ ὕστερον οὐκέτι τέχνη, τῆς τέχνης δὲ τῆς διδασκούσης τε καὶ διδασκομένης ἔργον, ὃ δὴ λέγομεν ὑγίειαν· καὶ τεκτονικῆς δὲ κατὰ ταῦτὰ οἰκία τε καὶ τεκτονικὴ τὸ μὲν ἔργον, τὸ δὲ δίδαγμα· τῆς δὴ δικαιοσύνης ὡσαύτως τὸ μὲν δικαίους ἔστω ποιεῖν, καθάπερ ἐκεῖ τοὺς τεχνίτας 10 ἑκάστους· τὸ δ’ ἕτερον, ὃ δύναται ποιεῖν ἡμῖν ἔργον ὁ δίκαιος, τί τοῦτό φαμεν; εἴπέ· — οὕτος μὲν, ὡς οἶμαι, τὸ συμφέρον ἀπεκρίνατο· ἄλλος δὲ τὸ δέον· ἕτερος δὲ τὸ ὠφέλιμον· ὁ δὲ τὸ λυσιτελοῦν. ἐπανήειν δὴ ἐγὼ λέγων, ὅτι ἐκεῖ τὰ γε ὀνόματα ταῦτ’ ἐστὶν ἐν ἑκάστη τῶν τεχνῶν, 15 ὀρθῶς πράττειν, λυσιτελοῦντα, ὠφέλιμα, καὶ τὰ τοιαῦτα· ἀλλὰ πρὸς ὃ τι ταῦτα πάντα τείνει, ἔχει τὸ ἴδιον ἑκάστη ἡ τέχνη, οἷον ἡ τεκτονικὴ τὸ εὖ, τὸ καλῶς, τὸ δεόντως, ὥστε τὰ ξύλινα, φήσει, σκεύη γίγνεσθαι, ἃ δὴ οὐκ ἔστι τέχνη· λεγέσθω, δὴ καὶ τὸ τῆς δικαιοσύνης 20 ὡσαύτως. Τελευτῶν ἀπεκρίνατό τις ὡ Σωκράτης μοι τῶν σῶν ἐταίρων, ὃς δὴ κομψότατα ἔδοξεν εἰπεῖν, ὅτι τοῦτ’ εἴη τὸ τῆς δικαιοσύνης ἴδιον ἔργον, ὃ τῶν ἄλλων οὐδεμιᾶς, φιλίαν ἐν ταῖς πόλεσι ποιεῖν· οὕτος δ’ αὖ ἔρω-

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
