# Anthologium 4.579.2

Joannes Stobaeus Anthologus, Anthologium, 4.579.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.579.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.579.2

γε φυλάξασθαι τοιοῦτον γενέσθαι; καὶ γὰρ οὐχ ὥσπερ οἱ πλεονέκται τῶν ἄλλων ἀφαιρούμενοι χρήματα ἑαυτοῖς δοκοῦσι πλουτίζειν, οὕτως ὁ ἄκρατὴς τοῖς μὲν ἄλλοις βλαβερὸς, ἑαυτῷ δ’ ὠφέλιμος, ἀλλὰ κακοῦργος μὲν τῶν ἄλλων, 5 ἑαυτοῦ δὲ πολὺ κακουργότερος, εἰ γε κακουργοτάτον ἐστὶ μὴ μόνον τὸν οἶκον τὸν ἑαυτοῦ φθεῖρειν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. ἐν συνοσίᾳ δὲ τίς ἂν ἡσθείη τῷ τοιούτῳ, ὃν εἴδειη τῷ ὄψῳ καὶ τῷ οἴνῳ χαίροντα μᾶλλον ἢ τοῖς φίλοις καὶ τὰς πόρνας ἀγαπῶντα μᾶλλον ἢ τοὺς 10 ἐταίρους; ἀρὰ γε οὐ χρὴ πάντα ἄνδρα ἡγησάμενον τὴν ἐγκράτειαν ἀρετῆς εἶναι χρηπίδα, ταύτην πρώτην ἐν τῇ ψυχῇ κατασκευάσασθαι; τίς γὰρ ἄνευ ταύτης ἢ μάθοι τι ἀγαθὸν ἢ μελετήσειεν ἀξιολόγως; ἢ τίς οὐκ ἂν ταῖς ἡδοναῖς δουλεύων αἰσχρῶς διατεθεῖ καὶ τὸ σῶμα καὶ τὴν 15 ψυχήν; ἐμοὶ μὲν δοκεῖ, νὴ τὴν Ἥραν, ἐλευθέρῳ μὲν ἄνδρι εὐκτὸν εἶναι μὴ τυχεῖν δοῦλον τοιούτον, δουλεύοντι δὲ ταῖς τοιαύταις ἡδοναῖς ἱκετευτέον τοὺς θεοὺς δεσποτῶν ἀγαθῶν τυχεῖν· οὕτω γὰρ ἂν μόνως ὁ τοιοῦτος σωθείη.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
