# Anthologium 4.581.3-4.583.2

Joannes Stobaeus Anthologus, Anthologium, 4.581.3 to 4.583.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.581.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.581.3

Βρᾳζῶ τῷ κατὰ τὸ σωματίον ἤδει, ὕδατι καὶ ἄρτῳ χρώμενος, καὶ προσπιτῶ ταῖς ἐκ πολυτελείας ἡδοναῖς οἱ δι' αὐτάς, ἀλλὰ διὰ τὰ ἐξακολουθοῦντα αὐταῖς δυσχερῆ. Τότε χρείαν ἔχομεν τῆς ἡδονῆς, ὅταν ἐκ τοῦ μὴ παρεῖναι αὐτὴν ἀλγώμεν· ὅταν δὲ τοῦτο μὴ πάσχωμεν, ἐν αἰσθήσει καθεστῶτες, τότε οὐδεμία χρεία τῆς ἡδονῆς· οὐ γὰρ ἡ τῆς φύσεως ἕνδεια τὴν ἀδικίαν ποιεῖ ἐξῶθεν, ἀλλ' ἡ περὶ τὰς κενὰς δόξας ὄρεξις. 35 (17, 36 Mein.) Πλάτωνος. ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ Ἀνδρήιος οὐχ ὁ τῶν πολεμίων μόνον, ἀλλὰ καὶ ὁ τῶν ἡδονέων χρήσσων. ἐπιθυμιῶν ἢ τῶν πολεμίων κρατῶν· καὶ γὰρ χαλεπώτατόν ἐστι τὸ Πλάτων πολλάκις διψῶν ἐκ τοῦ φρέατος ἄνιμάτω ὕδωρ, καὶ ἐξέχει, χολάζων τὴν ἐπιθυμίαν. 36 (17, 37 Mein.) Ἐπικούρου. Ἐπίκουρος ἐρωτηθεὶς πῶς ἂν τις πλουτήσειεν, ‘οὐ τοῖς οὕσι προστιθεὶς’ ἔφη ‘τῆς δὲ χρείας τὰ πολλὰ περιτέμνων’. Τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει. Εἰ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτρεπέστατα ἄτερπέστατα ἂν γίνοιτο. Γνώμης ἀνδρὸς ἀρίστου ἀπόδειξις ἥδε· μὴ ἐπὶ τῷ σιτέεσθαι ἑωυτὸν νομίζειν γεγενημένι μηδὲ ἐν τούτῳ τῇ ζωῇ ἡγέεσθαι, μόνου δὲ αὐτοῦ τοῦ ζῆν ἕνεκα ἀνθρώποισι τροφήν νομίζειν εὐρήσθαι. Ἐγκράτεια καὶ σώματι ἀγαθόν, πρὸς γὰρ ὑγιείην αὐτῷ ξυμμάχεται καὶ σωφροσύνην ἐν ψυχῇ τίκτει· σωφροσύνη δὲ ἀστασίαντον καὶ εὐδίον, καὶ βίον εἰρηναιὸν ψυχῇ παρασκευάζει.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
