# Anthologium 4.643.1

Joannes Stobaeus Anthologus, Anthologium, 4.643.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.643.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.643.1

CAPVT XXI ΠΕΡΙ ΤΟΥ ΓΝΩΘΙ ΣΑΥΤΟΝ δέονται καὶ εὖ πράττουσιν, ὧν δὲ μὴ ἐπίσταται ἀπεχόμενοι ἀναμάρτητοι γίγνονται καὶ διαφεύγουσι τὸ κακῶς πράττειν· διὰ τὸ αὐτὸ δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους δυνάμενοι δοκιμάζειν καὶ διὰ τῆς τῶν ἄλλων χρείας τὰ τε ἀγαθὰ πορίζονται καὶ τὰ κακὰ φυλάσσονται. οἱ δὲ μὴ εἰδότες, ἀλλὰ διεψευσμένοι τῆς αὐτῶν δυνάμεως πρὸς τε τοὺς ἄλλους ἀνθρώπους καὶ τὰλλα ἀνθρώπινα πράγματα ὁμοίως διάκεινται, καὶ οὔτε ὧν δεόμενοι ἴσασιν οὔτε ὅ τι πράττουσιν οὔτε οἷς χρῶνται, ἀλλὰ πάντων τούτων διαμαρτάνοντες τῶν τε ἀγαθῶν ἀποτυγχάνουσι καὶ τοῖς κακοῖς περιπίπτουσι. καὶ οἱ μὲν εἰδότες ὅ τι ποιοῦσιν, ἐπιτυγχάνοντες ὧν πράττουσιν, εὐδοξοὶ τε καὶ τίμιοι γίγνονται· καὶ οἱ τε ὅμοιοι τούτοις ἡδέως χρῶνται, οἱ τε ἀποτυγχάνοντες τῶν πραγμάτων ἐπιθυμοῦσι καὶ ἐλπίδας τῶν ἀγαθῶν ἐν τούτοις ἔχουσι, καὶ διὰ ταῦτα πάντων μάλιστα τούτους ἀγαπῶσιν. οἱ δὲ μὴ εἰδότες τί ποιοῦσι, κακῶς τε αἱρούμενοι καὶ οἷς ἂν ἐπιχειρήσωσι ἀποτυγχάνοντες, οὐ μόνον ἐν αὐτοῖς τούτοις ζημιούνται τε καὶ χολάζονται, ἀλλὰ καὶ ἀδοξοῦσι διὰ ταῦτα καὶ καταγέλαστοι γίγνονται καὶ καταφρονοῦμενοι καὶ ἀτιμαζόμενοι ζῶσιν. ὁρᾷς δὲ καὶ τῶν πόλεων ὅτι ὅσαι ἂν ἀγνοήσωσι τὴν ἑαυτῶν δύναμιν χρείττουσι πολεμήσωσιν,

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
