# Anthologium 4.646.2

Joannes Stobaeus Anthologus, Anthologium, 4.646.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.646.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/4.646.2

22 Πλάτωνος ἐκ τοῦ Φιλίβου (p. 48 C). Τίς δ’ αὐ πάσης πονηρίας ἐστὶ τοῦναντίον πάθος ἔχον, ἧ τὸ λεγόμενον ὑπὸ τῶν ἐν Δελφοῖς γραμμάτων. — Τὸ Γνῶθι σεαυτὸν λέγεις, ὦ Σώκρατες; — Ἐγώγε. τοῦναντίον μὴν ἐκεῖνο δήλον ὅτι τὸ μηδαμῇ γινώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη. — Τί μήν; — Ὡ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν. — Πῇ φής; οὐ γὰρ μὴ δυνατὸς ὦ. — Λέγεις δή, δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν; — Λέγω καὶ δέομαι γε πρὸς τῷ λέγειν. — Ἄρ’ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον; — Πῶς; — Πρώτον μὲν κατὰ χρήματα δοξάζειν εἶναι πλουσιώτερον ἢ κατὰ τὴν αὐτῶν οὐσίαν. — Πολλοὶ γοῦν εἰσι τοιούτων πάθος ἔχοντες. — Πλείους δὲ γε, οἱ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὐσίας αὐτοῖς ἀληθείας. — Πάνυ γε. — Πολὺ δὲ πλείστοι γε, οἶμαι, περὶ τὸ τρίτον εἶδος τούτων ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ, δοξάζοντες βελτίους ἑαυτοὺς οὐκ ὄντες. — Σφόδρα μὲν οὖν. — Τῶν ἀρετῶν

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
