# Anthologium 5.110.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.110.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.110.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.110.2

— Ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς; — Ἔοικεν. — Ὠφελεῖται ἄρα; — Ναί. — Ἄρα ἡνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφέλειαν; βελτίων τὴν ψυχὴν γίνεται, εἴπερ δικαίως κολάζεται; — Εἰκὸς γε. — Κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς; — Ναί. — Ἄρ’ οὖν τοῦ μεγίστου ἀπαλλάττεται κακοῦ; ὧδε δὲ σκοπεῖ· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν; — Οὔκ, ἀλλὰ πενίαν. — Τί δ’ ἐν σώματος κατασκευῇ; κακίαν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἰσχος καὶ τὰ τοιαῦτα; — Ἔγωγε. — Οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἣγὴ τινὰ εἶναι; — Πῶς γὰρ οὔ; — Ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἄμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα; — Πάνυ μὲν οὖν. — Οὐκοῦν χρημάτων καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν; — Ναί. — Τίς τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία; — Πολύ γε. — Εἰ δὴ αἰσχίστη, καὶ κακίστη; — Πῶς, ὦ Σώκρατες, λέγεις; — Ὦδ᾽· ἀεὶ τὸ αἰσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἄμφότερον αἰσχιστὸν ἐστιν ἐκ τῶν ὁμολογημένων ἐν τῷ ἐμπροσθεν. — Μάλιστα. — Αἰσχιστον δὲ ἀδικία καὶ ξύμπασα ψυχῆς πονηρία νῦν δὴ ὁμολογῆται ἡμῖν; — Ὁμολογῆται γάρ. — Οὐκοῦν ἡ ἀνιρότατόν ἐστι καὶ ἄνιᾳ ὑπερβάλλον αἰσχιστον τούτων ἐστιν ἢ βλάβη ἢ ἄμφότερα;

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
