# Anthologium 5.136.3

Joannes Stobaeus Anthologus, Anthologium, 5.136.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.136.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.136.3

Οὐκοῦν καὶ ἐν τοῖς συγγράμμασι τοῖς περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ ὅλως περὶ πόλεως διακοσμήσεως τε καὶ περὶ τοῦ ὡς χρὴ πόλιν διοικεῖν, τὸ μὲν ὀρθὸν νόμος ἐστὶ βασιλικός, τὸ δὲ μὴ ὀρθὸν οὔ, ὁ δοκεῖ νόμος εἶναι τοῖς μὴ εἰδόσιν· ἐστὶ γὰρ ἄνομον. — Ναί. — Ὄρθῶς ἄρα ὡμολογήσαμεν νόμον εἶναι τοῦ ὄντος εὑρεσιν. — Φαίνεται. — Ἔτι δὲ καὶ τόδε ἐν αὐτῷ θεασώμεθα· τὶς ἐπιστήμων διανέμει ἐπὶ γῇ τὰ σπέρματα; — Γεωργός. — Οὗτος δὲ τὰ ἀξία σπέρματα ἑκάστη γῇ διανέμει; — Ναί. — Ὁ γεωργὸς ἄρα νομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου νόμοι καὶ διανομαὶ ἐπὶ ταῦτα ὀρθαὶ εἰσιν; — Ναί. — Τίς δὲ κρουμάτων ἐπὶ τὰ μέλη ἀγαθὸς νομεύς, καὶ τὰ ἀξία νείμαι; καὶ οἱ τίνος νόμοι ὀρθοὶ εἰσιν; — Οἱ τοῦ αὐλητοῦ καὶ κιθαριστοῦ. — Ὁ νομικώτατος ἄρα ἐν τούτοις, οὗτος αὐλητικώτατος. — Ναί. — Τίς δὲ τὴν τρο-

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
