# Anthologium 5.147.3

Joannes Stobaeus Anthologus, Anthologium, 5.147.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.147.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.147.3

22 Ξενοφῶντος ἐκ τῆς Κύρου παιδείας (I 2, 1—15). Φῦναι δὲ ὁ Κῦρος λέγεται καὶ ζῆσθαι ἔτι καὶ νῦν ὑπὸ τῶν βαρβάρων εἶδος μὲν κάλλιστος, ψυχὴν δὲ φιλαν-θρωπότατος καὶ φιλομαθέστατος, ὥστε πάντα μὲν πόνον ἀναλῆψαι πάντα δὲ κίνδυνον ὑπομεῖναι τοῦ ἐπαινεῖσθαι ἕνεκα. φύσιν μὲν οὖν τῆς ψυχῆς καὶ τῆς μορφῆς τοιαύτην ἔχων διαμνημονεύεται· ἐπαιδεύθη γε μὴν ἐν Περσῶν νόμοις· οὗτοι δὲ δοκοῦσιν οἱ νόμοι ἀρχεσθαι τοῦ κοινοῦ ἀγαθοῦ ἐπιμελοῦμενοι οὐχ ἕνθεν ὧθεν περ ἐν ταῖς πλεί-σταις πόλεσι ἀρχονται. αἱ μὲν γὰρ πλεῖσται πόλεις ἀφεῖσαι παιδεύειν ὅπως τις ἐθέλει τοὺς ἑαυτοῦ παῖδας, καὶ αὐτοὺς τοὺς πρεσβυτέρους ὅπως ἐθέλουσι διάγειν, ἔπειτα προστάττουσιν αὐτοῖς μὴ κλέπτειν μηδ᾽ ἀρπάζειν, μὴ βία εἰς οἰκίαν παριέναι, μὴ παίζειν ὃν μὴ δίκαιον, μὴ μοιχεύειν, μὴ ἀπειθεῖν ἄρχοντι, καὶ τὰλλα τὰ τοι-αῦτα ὡσαύτως· ἐὰν δέ τις τούτων παραβαίνῃ τι, ζημίας αὐτοῖς ἐπανέθεσαν. οἱ δὲ Περσικοὶ νόμοι προλαβόντες ἐπιμέλονται ὅπως τὴν ἀρχὴν μὴ τοιούτοι ἔσονται οἱ πολ-ῖται οἷοι πονηροῦ τινος ἢ αἰσχροῦ ἔργου ἐφίεσθαι. ἐπι-μέλονται δὲ οὕτω. ἔστιν αὐτοῖς ἐλευθέρα ἀγορὰ καλουμέ-νη, ἐνθὰ τὰ τε βασιλεῖα καὶ τὰ ἄλλα ἄρχεῖα πεποίηται. ἐν-τεῦθεν τὰ μὲν ὄνια καὶ οἱ ἀγοραῖοι καὶ αἱ τούτων φωναὶ καὶ αἱ ἀπειροκαλῖαι ἀπελήλανται εἰς ἄλλον τόπον, ὡς μὴ μινύνηται ἡ τούτων τύχη τῇ τῶν πεπαιδευμένων εὐκοσμία. διήρηται δὲ αὕτη ἡ ἀγορὰ ἡ περὶ τὰ ἄρχεῖα

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
