# Anthologium 5.187.1

Joannes Stobaeus Anthologus, Anthologium, 5.187.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.187.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.187.1

CARVT II ΠΕΡΙ ΝΟΜΩΝ ΚΑΙ ΕΘΩΝ ὁ μὲν ἄριστος ἀλγεινός, καθάπερ ὅσα τῶν φαρμάκων τοιουτότροπα, ὁ τῇ δίκῃ μετὰ τιμωρίας εἰς τὸ κολάζειν ἄγων, θάνατον ἢ φυγὴν τῇ τιμωρίᾳ τὸ τέλος ἐπιτιθείς· τοὺς γὰρ μέγιστα ἐξημαρτηκότας, ἀνάτους δὲ ὄντας, μεγίστην βλάβην οὖσαν πόλεως, ἀπαλλάττειν εἴωθεν. ὁ δὲ πραότερός ἐστι τῶν καθαρμοῶν ὁ τοιούδε ἡμῖν· ὅσοι διὰ τὴν τῆς τροφῆς ἀπορίαν τοῖς ἡγεμόσιν ἐπὶ τὰ τῶν ἔχοντων μὴ ἔχοντες ἐτοίμους αὐτοὺς ἐνδείκνυνται παρεσκευασμένοι ἐπεσθαι, τούτοις ὡς νοσήματι πόλεως ἐμπεφυκότι, δι’ εὐημερίας ἀπαλλαγὴν, ὄνομα ἀποικίαν τιθέμενος, εὐμενῶς ὅ τι μάλιστα ἐξεπέμφατο. παντὶ μὲν οὖν νομοθετοῦντι τοῦτο ἄμῶς γέ πως κατ’ ἀρχὰς δραστήριον, ἡμῖν μὴν ἐπὶ τούτων ἀπωλύτερα τὰ περὶ ταύτ’ ἐστὶ ξυμβεβηκότα νῦν· οὔτε γὰρ ἀποικίαν οὔτ’ ἐκλογὴν τινὰ καθάρσεως δεῖ μηχανᾶσθαι πρὸς τὸ παρόν, οἷον δὲ τινων ξυρρεόντων ἐκ πολλῶν τὰ μὲν πηγῶν τὰ δὲ χειμάρρων εἰς μίαν λίμνην, ἀναγκαῖον προσέχοντας τὸν νοῦν φυλάττειν, ὅπως ὅ τι καθαρώτατον ἔσται τὸ ξυρρεόν ὕδωρ, τὰ μὲν ἐξαντλοῦντας, τὰ δ’ ἀποχετεύοντας καὶ παρατρέποντας. πόνος δ’, ὡς ἔοικε, καὶ κίνδυνός ἐστιν ἐν πάσῃ πολιτικῇ κατασκευῇ· τὰ δ’ ἐπειδήπερ λόγῳ γε ἐστὶ τὰ νῦν ἀλλ’ οὐκ ἔργῳ πραττόμενα, πεπεράνθω τε ἡμῖν ἡ συλλογὴ καὶ κατὰ νοῦν ἡ καθαρότης αὐτῆς ἔστω ξυμβεβηκυῖα. τοὺς γὰρ κακοὺς τῶν ἐπιχειρούντων εἰς τὴν νῦν πόλιν ὡς πολυτευσόμενους ξυνέναι πειθοῖ πάσῃ καὶ ἱκανῷ χρόνῳ διαβασανίσαντες, διακωλύσωμεν ἀφικνεῖσθαι, τοὺς δ’ ἀγαθούς εἰς δύναμιν εὐμενεῖς ἵλεῳ τε προσαγάγωμεθα.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
