# Anthologium 5.196.3

Joannes Stobaeus Anthologus, Anthologium, 5.196.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.196.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.196.3

Νόμοι δέ, ὡς δοκεῖν, οἱ μὲν τῶν χρηστῶν ἀνθρώπων ἕνεκα γίγνονται, διδαχῆς χάριν τοῦ τινὰ τρόπον ὁμιλοῦντες ἀλλήλοις ἂν φιλοφρόνως οἴκοιεν, οἱ δὲ τῶν τὴν παιδείαν διαφθύντων, ἀτεράμονι χρωμένων τινὶ φύσει καὶ μηδὲν τεχθέντων, ὥστε μὴ οὐκ ἐπὶ πᾶσαν ἰέναι κάκην. οὗτοι τοὺς μέλλοντας λόγους ὁρθήσεσθαι πεποιθότες ἂν εἴεν· οἷς δὴ τοὺς νόμους ἐξ ἀνάγκης ὁ νομοθέτης νομοθετοῖ, βουλόμενος αὐτῶν μηδέποτε χρείαν γίγνεσθαι. πατρὸς γὰρ ἢ μητρὸς ἢ τούτων ἐπὶ προγόνων ὅστις τολμήσει ἄμαρτάνει ποτε βιαζόμενος αἰχμᾷ τινί, μήτε τῶν ἄνω δείσας θεῶν μήνιν μήτε τῶν ὑπὸ γῆς τιμωριῶν λεγομένων, ἀλλ' ὡς εἰδὼς ἂ μηδαμῶς οἶδε, καταφρονῶν τῶν παλαιῶν καὶ ὑπὸ πάντων εἰρημένων, παρανομεῖ. τούτῳ δεῖ τινος ἀποτροπῆς ἐσχάτης. θάνατος μὲν οὖν οὐκ ἔστιν ἔσχατον, οἱ δ' ἐν ᾍδου τούτοις λεγόμενοι πόνου ἐπὶ τε τούτων εἰσὶ μᾶλλον ἐν ἐσχάτοις, καὶ ἀληθέστατα λέγοντες οὐδὲν ἀνύτουσι ταῖς τοιαύταις ψυχαῖς ἀποτροπῆς· οὐ γὰρ ἂν ἐγίγνοντό ποτε μητραλοῖαι τε καὶ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
