# Anthologium 5.209.3

Joannes Stobaeus Anthologus, Anthologium, 5.209.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.209.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.209.3

31 Πλάτωνος ἐν τοῦ Γοργίου (p. 466 D—469 C). Ἄγω τοίνυν σοι ὅτι δύο ταύτ᾽ ἐστὶ τὰ ἐρωτήματα, καὶ ἀποκρινῶμαι γέ σοι πρὸς ἀμφοτέρα. φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσι σμικρότατον, ὥσπερ νῦν δὴ ἔλεγον· οὐδὲν γὰρ ποιεῖν ὧν βούλονται ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅ τι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι. — Οὐκοῦν τοῦτ᾽ ἐστὶν τὸ μέγα δύνασθαι; — Οὐχ, ὡς γέ φησιν ὁ Πῶλος. Ἐγὼ οὐ φημί· φημὶ μὲν οὖν ἐγώγε. — Μὰ τὸν κύνα, οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ. — Φημὶ γὰρ οὖν. — Ἀγαθὸν οὖν οἶει εἶναι, ἐὰν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων; καὶ τοῦτο καλεῖς σύ μέγα δύνασθαι; — Οὐχ ἐγώγε. — Οὐκοῦν ἀποδείξεις τοὺς ῥήτορας νοῦν ἔχοντας καὶ τέχνην τὴν ῥητορικὴν ἀλλὰ μὴ κολακείαν, ἐμὲ ἐξελέγξας; εἰ δέ με ἕασεις ἀνέλεγκτον, οἱ ῥήτορες οἱ ποιοῦντες ἐν ταῖς πόλεσιν ἃ δοκεῖ αὐτοῖς καὶ οἱ τύραννοι οὐδὲν ἀγαθὸν τοῦτο κεκτήσονται, εἰ δὲ δύναμίς ἐστιν, ὡς σύ φῆς, ἀγαθόν, τὸ δὲ ποιεῖν ἄνευ νοῦ ἃ δοκεῖ καὶ σύ ὁμολογεῖς κακὸν εἶναι· ἦ οὔ; — Ἐγώγε. — Πῶς ἂν οὖν οἱ ῥήτορες μέγα δύναιντο ἢ οἱ τύραννοι ἐν ταῖς πόλεσιν, ἐὰν μὴ Σωκράτης ἐξελέγχθῃ ὑπὸ Πώλου ὅτι ποιοῦσιν ἃ βούλονται; — Οὕτος ἄνθρω — Οὐ φημὶ ποιεῖν

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
