# Anthologium 5.229.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.229.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.229.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.229.2

52 Ἐν ταύτῳ. Τιμῆς μὲν ὁλοσῆς ἐν γράμμασι τε καὶ προσηγορίαις καὶ πάσῃ τῇ φαινομένῃ ταύτῃ τοῦ βίου δραματουργίᾳ οἱ 10 μείζους τῶν ἀρχόντων μεταποιούνται, μὴ ὅπως ἐλλείπων τὸ μέτρον, ἀλλ’ εἰ δυνατόν καὶ πρὸς πλεονάζων φαίνου. γελῴον γὰρ περὶ ὀνομάτων διαφερόμενον τῶν πραγμάτων, ἐφ’ οἷς τὰ ὀνόματα κεῖται, μηδεμίαν ἔχειν φροντίδα· καὶ τῆς ψευδωνύμου τιμῆς ἀριέμενον ὀλίγου μὲν ἄγαν ἑαυτὸν 15 ἀξιοῦντα φαίνεσθαι, τοῖς δ’ ἀρχομένοις πολλὴν ἐνίοτε βλάβην προξενεῖν. Τῶν δ’ ἔργων ἃ μὲν οὐκ ἔστι προσταττόντων ἀρνήσασθαι, τῷ τρόπῳ καὶ χρόνῳ τῆς πράξεως πειθοῖ τε ἐμμελεῖ τὸ φαινόμενον ἐπαχθὲς παραμυθητέον. ἔνια δ’ οὐκ ἔστιν ἀναχασθῆναι, φησὶν Ἀριστοτέλης, 20 οὐδ’ εἰ τὸν λεγόμενον Ταντάλου λίθον ἐπηρτημένον τις ἔχει, ἀλλ’ ὑπομενετέον πάντα ἐτοίμως τὸ δράν κακῶς πρὸ τοῦ παθεῖν κακῶς εὐλαβουμένῳ. ἃ δ’ οὐκ ἔχει μὲν ἀπαραίτητον τὴν ἀποπλήρωσιν, λαθεῖν δὴ ἢ ἀγνοῆσαι τοὺς ἐπιτάζοντας συνέβη, διδασκαλίαν ἐμμελῆ τ προσ- 25 αγωνίζεσθαι παρασκευάζων μὴ ἡφανῶς ἐπισκήπτων·

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
