# Anthologium 5.280.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.280.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.280.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.280.2

θεραπεύεν θεῶς· στραταγὲν μὲν ὧν καλῶς δυνασεῖται, πολεμὲν καλῶς ἐπισταθεῖς, δικασπολὲν δὲ καὶ διακοῦεν πάντων τῶν ὑπ’ αὐτὸν φύσιν δικαίῳ καὶ νόμῳ καλῶς ἐκμαθών, θεραπεύεν δὲ τῶς θεῶς εὐσεβῶς καὶ ὁσίως φύσιν θεῷ καὶ ἀρετὰν ἐκλογισάμενος. ὥστε ἀνάγκα τὸν 5 τέληρον βασιλέα στραταγὸν τε ἀγαθὸν ἡμεν καὶ δικαστὰν καὶ ἱερέα· ταῦτα γὰρ καὶ ἀκόλουθα καὶ πρέποντα ἐντὶ βασιλέως ὑπεροχᾷ τε καὶ ἀρετᾷ. κυβερνᾶτα μὲν γὰρ ἔργον ἐντὶ τὰν ναῦν σῴζεν, ἀνιόχῳ δὲ τὸ ἄρμα, ἰατρῷ δὲ τῶς νοσιόντας, βασιλέως δὲ καὶ στραταγῶ τῶς ἐν 10 πολέμῳ κινδυνεύοντας. ὡ γὰρ ἕκαστος ἄγεμών ἐντὶ συστάματος, τούτῳ καὶ ἐπιστάτας καὶ δαμιουργός. καὶ μὰν τὸ τε δικασπολὲν καὶ διανέμεν τὸ δίκαιον, ξυνᾷ μὲν καθόλῳ ἰδία δὲ καθ’ ἕκαστον, οἰκῆον βασιλέως ὡσπερ θεῷ ἐν τῷ κόσμῳ ἄγεμών τε καὶ προστάτας ἐντὶ, ξυνᾷ μὲν 15 τῷ ποτὶ μίαν ἀρχὰν τε καὶ ἄγεμονίαν τὸ ὅλον ξυναρμόσθαι, καθ’ ἕκαστον δὲ τῇ καὶ τὰ κατὰ μέρος τὰν αὐτὰν ἁρμονίαν τε καὶ ἄγεμονίαν συναρμόζεσθαι. ἐπὶ δ’ ἐν τῷ ποιεῖν εὖ καὶ εὐεργετεῖν τῶς ὑποτεταγμένως ὁ βασιλεύς

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
