# Anthologium 5.290.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.290.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.290.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.290.2

ἔχεν, ἐπιστάμεν τε αὐτὸν ὅσῳ τῶν ἄλλων ἐντὶ θεióτερος, ὅσῳ τε ἄτεροι αὐτῷ, οἷς δὴ κατὰ λόγον ἀπεικάζων ἑαυτὸν ἄριστ´ ἂν ἑαυτῷ τε χρῶτο καὶ τοῖς ὑποτεταγμένοις. καὶ τοῖς μὲν ἄλλοις ἀνθρώποις, αἷκα ἁμαρτάνοντι, ὁσιωτάτα κάθαρσις ἐξομοιωθίμεν τοῖς ἀρχόντεσσιν, αἰτε 5 νόμος αἰτε βασιλεὺς διέποι τὰ κατ´ αὐτῶς· οἱ δ´ εἰ τι τῷ χρέσσονος δέοντος διὰ τὰν φύσιν ἀμπλακόντες οὐ μαχρὰν οἷδ´ ἀπηχισμένως † οἱ χρή θεῷ μὲν εὐθὺ τὰς ὠφελείας τυγχάνεν. οὔτε γὰρ τὸν κόσμον δίξοιτο ἂν τις ἐν αὐτῷ τε ὧν καὶ μέρος ἐκείνω, οὔτ´ ἂν ἀνόητος εἴη 10 τῷ διέποντος αὐτὸν ὁ ἄτερων αὐτὸς ἀρχων. ἄ δ´ εὐκοσμία πολλὰ καὶ τὸ μηδὲν ἄναρχον εἶρὲν δύνασθαι καὶ τῇ τρόπῳ τὰς ἀρχὰς διδάσχαλον. ἐκλόμπει γὰρ αὐτὰς εὐθὺ τὸ καλόν, ἂν ὁ μιμασόμενος δι´ ἀρετὰν αὐτῷ τε φίλος, ὃν μεμίματαί, καὶ πολὺ πλεόν τοῖς ἐπ´ αὐτὸν τεταγμέ- 15 νοις. οὐ γὰρ ἂν τις θεοφιλὴς ὢν μισέοιτο ἐπ´ ἀνθρώπων, ἐπεὶ οὔδε τὰ ἄστρα οὔδ´ ὁ σύμπας κόσμος ἐχθαίρει τὸν θεόν· αἰ δὲ γα ἐμίσει τὸν ἀγεμονεύοντα, οὐ χα εὐπετο [ἂν] πειθόμενος αὐτῷ· τὸ δ´ ἐκεῖνον ἀρχεν εὖ αἴτιον τῶ καὶ τῶσδε ἀρχεσθαι καλῶς. ἐγὼ μὲν ὡν ὑπολαμβάνω καὶ 20 τὸν ἐπὶ τὰς γὰς βασιλέα δύνασθαι μηδεμιᾷ τῶν ἀρετῶν

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
