# Anthologium 5.294.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.294.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.294.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.294.2

66 Ἐν ταύτῳ. Ἄπερ ἰεράν καὶ θείαν ἔχων ἐννοιαν τῷ ὄντι βασιλεὺς εἴη· τάδε γὰρ πεπεισμένος ἀγαθῶν μὲν πάντων αἴτιος ἔσσεῖται, κακῶν δὲ οὐδενός. οὐ μὲν ἀλλ’ ὅτι γε δίκαιος ἔσσεῖται κοινωνικὸς ὢν παντὶ τῷ δῆλῳ· ἰσότατος γὰρ ἁ κοινωνία, καὶ ἐν τῇ ταύτας ἀποδιανομᾷ ἐξάρεχει μὲν ἁ δικαιοσύνη, μετέχει δ’ ἁ κοινωνία· οὐ γὰρ δυνατὸν ἄδικον μὲν ἥμεν, μεταδιδόμεν δὲ ἰσότατος, ἢ μεταδιδόμεν ἰσότατος, μὴ κοινωνικὸν δὲ ἥμεν. ἐγκρατῆ δὲ πῶς οὐκ ἂν ὑπολάβοι τις τὸν αὐτάρχη; ἁ γὰρ πολυτέλεια μάτηρ τᾶς ἀκρασίας, αὐτὰ δὲ τᾶς ὕβριος, ἐξ ἇς τῶν ἐν ἀνθρώποις κακῶν τὰ πολλά. ἁ δ’ αὐτάρκεια οὐδ’ ἂν τέκοι πολυτέλειαν οὔτε τὰ ἀπ’ αὐτᾶς· ἀλλὰ αὐτὰ τις οὖσα ἀρχὰ πάντα μὲν ἄγει, ἄγοιτο δ’ ἂν ὑπ’ οὐδενός. ὅπερ ἐντὶ μὲν τῷ Θεῷ, ἐντὶ καὶ τῷ βασιλεῖ, αὐτῷ μὲν ἄρχεν (ἀφ’ ὧπερ καὶ ὁ αὐτάρκης καλέεται), ἄρχεσθαι δ’ ὑπ’ οὐδενός· ταῦτα δ’ ὅτι μὲν φρονάσιος χωρὶς οὐκ ἂν γένοιτο, δᾶλον, ὅτι δ’ ἁ τῷ κόσμῳ φρόνασις ὁ Θεὸς ἐντὶ, φανερόν· συνέχεται γὰρ εὐκοσμία τε καὶ τάξει τὰ δεούσα· νῦν δὲ χωρὶς οὐκ ἂν αὐτὰ γένοιτο. οὐδ’ ὁ βασιλεὺς δὴ χωρὶς φρονάσιος ταύτας ἂν ἔχοι τὰς ἀρετάς, δικαιοσύνην φραμὶ καὶ ἐγκράτηαν καὶ κοινωνίαν καὶ ὅσα τούτων ἀδελφά.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
