# Anthologium 5.295.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.295.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.295.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.295.2

67 Μουσωνίου ἐκ τοῦ Ὅτι φιλοσοφητέον καὶ τοῖς βασιλεῦσιν (Mus. rel. p. 32 H.). Εἰσελθόντος δὲ ποτε ὡς αὐτὸν τῶν βασιλέων τινὸς τῶν ἀπὸ τῆς Συρίας, ἦσαν γὰρ ἔτι τότε ἐν Συρίᾳ βασιλεῖς Ῥωμαίων ὑπήκοοι, ἄλλα τε πολλά εἶπε πρὸς τὸν ἄνδρα καὶ δὴ καὶ ταῦτα. Μὴ οἶον, ἔφη, ἄλλῳ τινὶ μᾶλλον προσῆκεν φιλοσοφεῖν ἢ σοί, μὴδ᾽ ἄλλου τοῦ χάριν μᾶλλον ἢ ὅτι βασιλεὺς τυγχάνεις ὢν. δεῖ μὲν γὰρ δήπου δύνασθαι τὸν βασιλέα σῴζειν ἀνθρώπους καὶ εὐεργετεῖν· τὸν δὲ γε σῴζοντα καὶ εὐεργετοῦντα χρῆ ἐπίστασθαι, τί μὲν ἀγαθὸν ἀνθρώπῳ τί δὲ κακόν, καὶ τί μὲν ὠφέλιμον τί δὲ βλαβερόν, καὶ συμφέρον γε καὶ ἀσύμφορον· εἰ γὰρ ἀπόλλυνται μὲν οἱ περιπίπτοντες τοῖς κακοῖς, σῴζονται δὲ οἱ τυγχάνοντες τῶν ἀγαθῶν, καὶ εὐεργετοῦνται μὲν οἱ ἀξιοῦμενοι τῶν ὠφελίμων καὶ συμφερόντων, κακοποιούνται δὲ οἱ ἐμβαλλόμενοι τοῖς ἀσυμφόροις καὶ βλαβεροῖς. ἀγαθὸν μέντοι καὶ κακὸν ἢ συμφέρον καὶ ἀσύμφορον ἢ ὠφέλιμον καὶ βλαβερόν οὐχ ἄλλου τοῦ διαγιγνώσκειν ἢ τοῦ φιλοσόφου ἐστίν, ὃς αὐτὸ τοῦτο διατελεῖ πραγματευόμενος, ὥστε μηδὲ ἐν τούτοις ἀγνοήσει, καὶ τέχνην πεποίηται ταύτην εἰδέναι τί φέρει πρὸς ἀνθρώπου εὐδαιμονίαν ἢ κακοδαιμονίαν. διὸ φαίνεται δεῖν τὸν βασιλέα φιλοσοφεῖν. καὶ μὴν προσῆκε μὲν τῷ βασιλεῖ, μᾶλλον δ᾽ ἀνάγκη ἐστὶν αὐτῷ, τὰ δίκαια βραβεύειν τοῖς ὑπηκόοις, ὡς μήτε πλεῖον ἔχειν μήτε ἐλαττοῦσθαι μηδὲν παρὰ τὴν ἀξίαν, ἀλλὰ καὶ τιμῆς καὶ τιμωρίας τυγχάνειν τοὺς ἀξίους. ταῦτα δὲ πῶς ποτε δυνηθεῖ ἂν τις δίκαιος οὐκ ὢν; δίκαιος δὲ πῶς ἂν εἴη τις μὴ ἐπιστάμενος δικαιοσύνην,

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
