# Anthologium 5.335.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.335.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.335.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.335.2

5 34 (50 Mein.) Πλάτωνος Πολιτείας Θ᾽ (p. 579 B — 580 A). Ἀρ᾽ οὖν οὐχ ἐν τοιούτῳ δεσμωτηρίῳ δέδεται ὁ τύραννος, φύσει ὧν οἷον διεληλύθαμεν, πολλῶν καὶ παντοδαπῶν φόβων καὶ ἐρώτων μεστός· λίχνῳ δὲ ὄντι αὐτῷ τὴν ψυχὴν μόνῃ τῶν ἐν τῇ πόλει οὔτε ἀποδημῆσαι ἐξεστὶν οὐδαμόσε, οὔτε θεωρῆσαι ὧσων δὴ καὶ οἱ ἄλλοι ἐλεύθεροι ἐπιθυμοῦσιν εἰσι, καταδεδυκὼς δὲ ἐν τῇ οἰκίᾳ τὰ πολλά, ὥσπερ γυνὴ ζῇ, φθονῶν καὶ τοῖς ἄλλοις πολίταις, ἐὰν τις ἔξω ἀποδημῇ καὶ τι ἀγαθὸν δράῃ; Παντάπασι μὲν οὖν, ἔφη. Οὐκοῦν τοῖς τοιούτοις κακοῖς πλείω κακopoῦται ἄνθρωπος ὃς ἂν κακῶς ἐν ἑαυτῷ πολιτευόμενος, ὃν νῦν δὴ σὺ ἀθλιώτατον ἔκρινας, τὸν τυραννικόν, μὴ ὡς ἰδιώτης καταβιῶ, ἀλλ᾽ ἀναγκασθῇ ὑπὸ τινος τύχης τυραννεῖν καὶ ἑαυτοῦ ὧν ἀχράτῳ ἄλλων ἐπιχειρήσῃ ἄρχειν, ὥσπερ εἰ τις κάμνοντι σώματι καὶ ἀχράτῳ ἑαυτοῦ μὴ ἰδιωτεύων ἀλλ᾽ ἀγωνιζόμενος πρὸς ἄλλα σώματα καὶ μαχόμενος ἀναγκάζοιτο διαγεῖν τὸν βίον. Παντάπασιν, ἔφη, ὁμοιότατά τε καὶ ἀληθέστατα λέγεις, ὦ Σώκρατες. Οὐκοῦν, ἦν δ᾽ ἐγώ, ὦ φίλε Γλαύκων, παντελῶς τὸ πάθος ἀθλιον, καὶ τοῦ ὑπὸ σοῦ κριθέντος χαλεπωτάτα ζῆν χαλεπώτερον ἐτι ζῆν ὁ τυραννῶν; Κομιδῆ γε, ἔφη. Ἔστιν ἄρα τῇ ἀληθείᾳ, κἂν εἰ μὴ τῷ δοκῇ, ὁ τῷ ὄντι τύραννος τῷ ὄντι

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
