# Anthologium 5.428.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.428.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.428.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.428.2

Κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως ἐγωγὲ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς· τὴν γὰρ ζητουμένην ἰδέαν, ἐν ᾧποτέρῳ ποθ’ ἡμῖν οὖσα τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι. — Σὺ δ’ ἀλλ’ εἰπὲ καὶ διέλε πρώτων ἡμῖν τῶ δύο λέγεις. — Μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην. ἔστι δ’ αὕτη μάλιστα, ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς τούτοις ἐπὶ χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν τοῦ μιμήματος γένεσιν ἀπεργάζεται. — Τί δέ; οὐ πάντες οἱ μιμούμενοι τι τοῦτ’ ἐπιχειροῦσι δράν; — Οὐκοὐν ὅσοι γε τῶν μεγάλων ποὺ τι πλάττουσιν ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοίεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν, οἷσθ’ ὅτι σμικρότερα μὲν τοῦ δέοντος τὰ ἄνω, μειζῶ δὲ τὰ κάτω φαίνοιτ’ ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δ’ ἐγγύθεν ὑφ’ ἡμῶν ὁρᾶσθαι. — Πάνυ μὲν οὖν. — Ἄρ’ οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἕασαντες οἱ δημιουργοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἶναι καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται; — Πάνυ μὲν οὖν. — Τὸ μὲν ἄρα ἕτερον δίκαιον, εἰκὸς γε ὄν, εἰκόνα καλεῖν; — Ναί. — Καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
