# Anthologium 5.500.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.500.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.500.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.500.2

Ἐγὼ οὖν πρῶτον αὐτὸν εὐδαιμονίζω τοῦ κάλλους, ὃ δὴ τῶν ἀνθρωπίνων ἐστὶν ἀγαθῶν ἀριδηλότατον μὲν καὶ ἡδίστον θεοῖς, ἡδίστον δὲ ἀνθρώποις, ἀλυπότατον δὲ τῷ ἔχοντι καὶ ἐπιγνωσθῆναι ἄριστον. τὰ μὲν γὰρ ἄλλα ἀγαθὰ κἂν λάθῃ προσόντα, καὶ ἀνδρεία καὶ φρόνησις, εἰ μὴ τύχοι ἔργου τινὸς ἀποδεικνύντος· τὸ δὲ κάλλος οὐχ οἷόν τε λαθεῖν, ἅμα γὰρ τῷ ἔχοντι φαίνεται· εἴποι δ’ ἂν τις ὅτι καὶ πρότερον· οὕτως ὀξείαν αἴσθησιν ἑαυτοῦ παρέχει. ἔτι δὲ τοῖς μὲν ἀγαθοῖς οἱ πλεῖστοι φθονοῦσι καὶ δυσμενεῖς γίγνονται, τὸ δὲ κάλλος τοὺς αἰσθανομένους ἑαυτοῦ φίλους ποιεῖται καὶ οὐδένα ἔχθρόν ἐξ γίγνεσθαι.

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
