# Anthologium 5.65.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.65.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.65.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.65.2

ἑαυτοῦ νομίζει τε καὶ λέγει, τὸν δ’ ἄλλότριον ὡς οὐχ ἑαυτοῦ; Οὐτω. Τί δ’ οἱ παρὰ σοὶ φύλακες; ἔσθ’ ὅστις αὐτῶν ἔχει ἂν τῶν ξυμφυλάκων νομίσαι τινὰ ἢ προσεῖπειν ὡς ἄλλότριον; Οὐδαμῶς, ἔφη. παντὶ γὰρ ᾧ ἂν 5 ἐντυχάνη, ἢ ὡς ἀδελφῷ ἢ ὡς ἀδελφῇ ἢ ὡς πατρὶ ἢ ὡς μητρὶ ἢ ὡς υἱεῖ ἢ θυγατρὶ ἢ τούτων ἐγγόνοις ἢ προγόνοις νομεῖ ἐντυχάνειν. Κάλλιστα, ἦν δ’ ἐγώ, λέγεις· ἀλλ’ ἔτι καὶ τόδε εἰπέ· πότερον αὐτοῖς τὰ ὀνόματα μόνον οἰκεῖα νομοθετήσεις, ἢ καὶ τὰς πράξεις πάσας κατὰ 10 τὰ ὀνόματα πράττειν, περὶ τε τούς πατέρας, ὅσα νόμος περὶ πατέρας αἰδοῦς τε πέρι καὶ κηδεμονίας καὶ τοῦ ὑπῆκοον δεῖν εἶναι τῶν γονέων, ἢ μήτε πρὸς θεῶν μήτε πρὸς ἀνθρώπων αὐτῷ ἄμεινον ἔσεσθαι, ὡς οὔτε δίκαια οὔτε ὅσια πράττοντος ἂν, εἰ ἄλλα πράττοι ἢ ταῦτα; αὐ- 15 ταί σοι ἢ ἄλλαι φήμαι ἐξ ἀπάντων τῶν πολιτῶν ὑμνήσουσιν εὐθὺς περὶ τὰ τῶν παίδων ὅσα καὶ περὶ πατέρων, οὓς ἂν αὐτοῖς τις ἀπορήση καὶ περὶ τῶν ἄλλων ξυγγενῶν; Αὐταί, ἔφη· γελῴον γὰρ ἂν εἴη, εἰ ἄνευ ἔργων ὀνόματα οἰκεῖα διὰ τῶν στομάτων μόνον φθέγγοιντο. 20 Πασῶν ἄρα πόλεων μάλιστα ἐν αὐτῇ ξυμφωνήσουσιν ἑνὸς τινος ἢ εὖ ἢ κακῶς πρέττοντος ὁ νῦν δὴ ἐλέγομεν τὸ φῆμα, ὅτι τὸ ἐμὸν εὖ πράττει ἢ ὅτι τὸ ἐμὸν κακῶς. Ἀληθέστατα αὖ, ἢ δ’ ὦς. Οὐκοῦν μετὰ τούτου

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
