# Anthologium 5.662.2

Joannes Stobaeus Anthologus, Anthologium, 5.662.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.662.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes-stobaeus-anthologus/anthologium/5.662.2

τὸ φορτίον τοῦτο βαρυνομένη τε καὶ κινδυνεύουσα περὶ τοῦ βίου καὶ μεταδιδούσα τῆς τροφῆς, ἥ καὶ αὐτὴ τρέφεται, καὶ σὺν πολλῷ πόνῳ διενεγκοῦσα καὶ τεκοῦσα τρέφει τε καὶ ἐπιμελεῖται, οὔτε προπεπονθὺα οὐδὲν ἀγαθὸν οὔτε γιγνώσκον τὸ βρέφος, ὅφ’ ὧν εὖ πάσχει, οὐδὲ σημαίνειν δυνάμενον, ὅτου δεῖται, ἀλλ’ αὐτὴ στοχαζομένη τὰ τε συμφέροντα καὶ τὰ κεχαρισμένα πειρᾶται ἐκπληροῦν καὶ τρέφει πολὺν χρόνον ἡμέρας καὶ νυκτὸς ὑπομένουσα πονεῖν, οὐχ εἰδὼς, εἰ τινὰ τούτων χάριν ἀπολήψεται. καὶ οὐχ ἀρκεῖ θρέψαι μόνον, ἀλλὰ ἐπειδὰν δόξωσιν ἱκανοὶ εἶναι παῖδες μανθάνειν τι, εἰ μὲν ἂν αὐτοὶ ἔχωσιν οἱ γονεῖς ἀγαθὰ πρὸς βίον διδάσκουσιν, ἂ δ’ ἂν οἴωνται ἄλλον ἱκανώτερον διδάξαι, πέμπουσι πρὸς τοῦτον δαπανῶντες, καὶ ἐπιμελοῦνται πάντα ποιούντες ὅπως οἱ παῖδες αὐτοῖς γένωνται ὡς δυνατὸν βέλτιστοι. Πρὸς ταῦτα δὲ νεανίσκος εἶπεν· Ἀλλὰ τοι εἰ πάντα πεποίηχε καὶ ἄλλα τούτων πολλαπλάσια, οὐδεὶς ἂν αὐτῆς δύνατο ἀνασχέσθαι τὴν χαλεπότητα. Καὶ ὁ Σωκράτης, Πότερα δέ, ἔφη, οἶει Θηρίου ἀγριότητα δυσφορωτέραν εἶναι ἢ μητρός; Ἐγὼ μὲν οἶμαι, ἔφη, μητρὸς τῆς γε τοιαύτης. Ἦδη πώποτε οὖν ἢ δακοῦσα κακὸν τί σοι ἔδωκεν ἢ λακτίσασα, οἷα ὑπὸ Θηρίων ἤδη πολλοὶ ἐπαθον; Ἀλλὰ νὴ Δία, ἔφη, λέγει ὃ οὐκ ἂν τις ἐπὶ τῷ βίῳ παντὶ βούλοιτο ἀκούσαι. Σὺ δὲ πόσα, ἔφη ὁ Σωκράτης,

---

Joannes Stobaeus Anthologus, Anthologium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002128.
